TLG 2133 001 :: ACHILLES TATIUS :: Isagoga excerpta ACHILLES TATIUS Astron. Isagoga excerpta Citation: Section — (line) | ||
t | ΤΩΝ ΑΡΑΤΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΠΡΟΣ ΕΙΣΑΓΩΓΗΝ ΕΚ ΤΩΝ ΑΧΙΛΛΕΩΣ ΠΕΡΙ ΤΟΥ ΠΑΝΤΟΣ | |
1 | ‘Μισῶ μὲν ὅστις τἀφανῆ περισκοπῶν—‘ φησὶν ὁ Σοφο‐ κλῆς (fr inc 671). καὶ ὁ κωμικὸς Ἀριστοφάνης ‘ὃς τἀφανῆ με‐ ριμνᾶι, τὰ δὲ χαμᾶθεν ἐσθίει‘ φησίν (fr inc 672 K.). ἀλλ’ οἳ μὲν ἀφανῆ, ἡμεῖς δὲ φαινόμενα, ἀλλ’ οὐκ ἀφανῆ ζητοῦμεν. | |
5 | Αἰγυπτίους λόγος ἔχει πρώτους τὸν οὐρανὸν ὡς καὶ τὴν γῆν καταμετρῆσαι καὶ τὴν ἐμπειρίαν τοῖς ἑξῆς ἐν στήλαις ἀναγράψαι, Χαλδαῖοι δὲ εἰς ἑαυτοὺς μετάγουσι Βήλωι τὴν εὕρεσιν ἀναθέν‐ τες, οἱ δὲ Ἑλλήνων σοφοὶ ὁτὲ μὲν θεοῖς, ὁτὲ δὲ ἥρωσιν, ὁτὲ δὲ τοῖς μετὰ ταῦτα σοφοῖς ἀνατιθέασιν· Αἰσχύλος μὲν γὰρ ἐν Προ‐ | |
---|---|---|
10 | μηθεῖ (v. 454—460) τὸν θεὸν εἰσάγει λέγοντα οὐκ ἦν γὰρ αὐτοῖς οὔτε χείματος τέκμαρ οὔτ’ ἀνθεμώδους ἦρος οὔτε καρπίμου θέρους βέβαιον, ἀλλ’ ἄτερ γνώμης τὸ πᾶν ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγώ | |
15 | ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων, ἐξηῦρον αὐτοῖς γραμμάτων τε συνθέσεις, Σοφοκλῆς δὲ Παλαμήδει ἀνατίθησιν· λέγοντα γὰρ Ναύπλιον | |
εἰσάγει (Palamedis fr 399): | 27 | |
20 | οὗτος δέ γ’ ηὗρε τεῖχος Ἀργείων στρατῶι, στάθμης ἀριθμῶν καὶ μέτρων εὑρήματα, τάξεις τε ταύτας οὐράνιά τε σήματα τἀκεῖν’ ἔτευξε πρῶτος· ἐξ ἑνὸς δέκα κἀκ τῶν δέκ’ αὖθις εὗρε πεντηκοντάδας | |
25 | καὶ χιλιοστῦς καὶ στρατοῦ φρυκτωρίαν ἔδειξε κἀνέφηνεν οὐ δεδειγμένα, ἐφηῦρε δ’ ἄστρων μέτρα καὶ περιστροφάς, ὕπνου φύλαξι θεῖα σημαντήρια νεῶν τε ποιμαντῆρσιν ἐνθαλασσίοις, | |
30 | Ἄρκτου στροφεῖα καὶ Κυνὸς ψυχρὰν δύσιν. πάλιν δ’ Αἰσχύλος ἐν Ἀγαμέμνονι (v. 4—6) καὶ τῶι κατασκόπωι τὴν ἐμπειρίαν περιτίθησι ποιῶν λέγοντα· ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς | |
35 | λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι. Σοφοκλῆς δὲ εἰς Ἀτρέα τὴν εὕρεσιν ἀναφέρει λέγων (fr 672) ‘κἀνταῦθα—πᾶς προσκυνεῖ δὲ τὸν στρέφοντα κύκλον ἡλίου—‘. | |
ὁ δ’ Εὐριπίδης φησί (fr 861) δείξας γὰρ ἄστρων τὴν ἐναντίαν ὁδόν | 28 | |
40 | δόμους τ’ ἔσωσα καὶ τύραννος ἱζόμην τὰς τῶν πλανήτων ὁδοὺς ἐναντίας τοῖς λοιποῖς φερομένας ταὐτῶι πάλιν Ἀτρεῖ περιτιθείς. ὁ δὲ Ἄρατος τὴν μὲν θέσιν τῶν ὅλων εἰς Δία ἔοικεν ἀναφέρειν, τὴν δὲ γέννησιν καὶ ἔννοιαν εἰς Ἀστραῖον· περὶ μὲν γὰρ τοῦ Διὸς λέγων ἐπιφέρει (v. 11—13, | |
45 | Ecl I 3) αὐτὸς γὰρ τάδε σήματ’ ἐν οὐρανῶι ἐστήριξεν ἄστρα διακρίνας, ἐσκέψατο δ’ εἰς ἐνιαυτόν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν, περὶ δὲ τοῦ Ἀστραίου φησίν (v. 98, 9, Ecl I 4) | |
1(50) | εἴτ’ οὖν Ἀστραίου—γένος, ὅν ῥά τέ φασιν ἄστρων ἀρχαῖον πατέρ’ ἔμμεναι, εἰ μὴ ἄρα τὸν μὲν Ἀστραῖον ποιητὴν τῶν ἀστέρων ὑποβάλλει, τὸν δὲ Δία κοσμητὴν γεγενῆσθαι ἱστορεῖ. τινὲς δὲ ἄλλον ἄλλο τι εὑρηκέναι. διὸ καὶ συμβέβηκεν εἶναι διαφωνίαν περὶ τῆς | |
55 | εὑρέσεως αὐτῶν. ὅτι δὲ ἄλλοι ἄλλο εὑρήκασιν, ἐκ τοῦ καὶ Θά‐ λητα τὴν μικρὰν Ἅμαξαν εὑρηκέναι δῆλον. ὁ γοῦν Καλλίμαχός φησιν (fr 94): ἔπλευσεν εἰς Μίλητον· ἦν γὰρ ἡ νίκη Θάλητος, ὃς τά τ’ ἄλλα δεξιὸς γνώμην | |
60 | καὶ τῆς Ἁμάξης ἐλέγετο σταθμήσασθαι τοὺς ἀστερίσκους, ἧι πλέουσι Φοίνικες. ἥρμοττε δὲ μεγάλωι ποιητῆι περὶ μεγάλων εἰπεῖν Ὁμήρωι. ἀλλ’ ἐπειδὴ κατήπειγε τὰ Ἰλιακὰ γράψαι εἰς ἐπιστροφὴν τῶν Ἑλλήνων, διὰ τὰς συνεχεῖς ἐπαναστάσεις ἐπ’ ἐκείνην ὥρμησε | |
65 | τὴν ὑπόθεσιν, περιέσπειρε δέ τι καὶ περὶ τῶν ὅλων καὶ περὶ τῶν ἄστρων τινὰ λέγων, περὶ μὲν τῶν ὅλων, ὡς ὅταν λέγηι Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν (Il XIV 201. 302) | |
ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν (Il XVIII 483) καὶ πάλιν ‘ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε‘ (Il | 29 | |
70 | VII 99), περὶ δὲ ἄστρων Πληιάδας εἰσορόωντι καὶ ὀψὲ δύοντα Βοώτην Ἄρκτον θ’, ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν (Od V 272—3) ἠέλιόν τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν, ἐν δέ τε τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται, | |
75 | Πληϊάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος (Il XVIII 484—6) ἄστρα δὲ δὴ προβέβηκε, παρώιχηκεν δὲ πλέω νύξ τῶν δύο μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλειπται (Il X 252—3). ἐκ γὰρ τούτων τὰς προφάσεις ἔλαβον οἱ ὕστερον περὶ τούτων πραγματευσάμενοι· ὡς γὰρ τοῖς τραγικοῖς παρέσχεν ἱστοριῶν | |
80 | ἀφορμάς, οὕτω καὶ διὰ τούτων ὑποθέσεις τοῖς περὶ ἀστρολογίας γράψασιν. μαρτυροῦσι δὲ Κράτης (p. 40 Wachsm) καὶ Ἀπίων ὁ Πλειστον〈ε〉ίκης (p. 25 Lehrs), ὅτι ἀστρονόμος Ὅμηρος. οὐδὲν δὲ παράδοξον ὑπ’ ἀνθρώπων τοσαύτην εὑρεθῆναι θεωρίαν· ψυχὴ γὰρ πᾶσα ἀθάνατος κατελθοῦσα ἐξ οὐρανοῦ ἀνανεύουσα ὡς | |
85 | ἐς συγγενῆ τὸν οὐρανὸν πάντα τὰ συνήθη θεωρεῖ καὶ ἐπισπᾶ‐ ται, πρὸς ὃν καὶ ἀναχθῆναι ἐπείγεται. | |
2(t) | Τίνι διαφέρει μαθηματικὴ φυσιολογίας. | |
1 | Εὔδωρος ὁ φιλόσοφός φησι (Diels p. 22) Διόδωρον τὸν Ἀλε‐ ξανδρέα μαθηματικὸν τούτωι διαφέρειν εἰπεῖν τὴν μαθηματικὴν τῆς φυσιολογίας, ὅτι ἡ μὲν μαθηματικὴ τὰ παρεπόμενα τῆι οὐ‐ σίαι ζητεῖ, πόθεν καὶ πῶς ἐκλείψεις γίνονται, ἡ δὲ φυσιολογία | |
5 | περὶ τῆς οὐσίας, τίς ἡλίου φύσις, πότερον μύδρος ἐστὶ κατὰ Ἀναξαγόραν (fr 24 Schaub) ἢ πῦρ κατὰ τοὺς Στωϊκοὺς ἢ κατὰ Ἀριστοτέλην (De caelo 270 b 20 al) πέμπτη οὐσία μηδενὶ τῶν τεσ‐ σάρων στοιχείων ἐπικοινωνοῦσα, ἀγέννητός τε καὶ ἄφθαρτος καὶ ἀμετάβολος. διαφερούσας γοῦν ταύτας ἐν ταῖς ζητήσεσιν ἐπι‐ | |
10 | πεπλέχθαι τὴν ἑτέραν δεομένην τῆς ἑτέρας. | 30 |
3(t) | Περὶ τῆς τῶν ὅλων ἀρχῆς. | |
1 | Ζήνων ὁ Κιτιεὺς (fr 35 Pearson) ἀρχὴν εἶναι λέγει τῶν ὅλων θεὸν καὶ ὕλην, θεὸν μὲν τὸ ποιοῦν ὕλην δὲ τὸ ποιούμενον, ἀφ’ ὧν τὰ τέσσαρα στοιχεῖα γεγονέναι. Ἐπίκουρος δὲ ὁ Ἀθηναῖος (p. 191, 18 Us) ἐκ σωμάτων νοητῶν σμικροτάτων τὰς ἀρχὰς τῶν | |
5 | ὅλων εἶναί φησι, καλεῖ δὲ αὐτὰς ἀτόμους ἢ διὰ σμικρότητα ἀκα‐ ριαίας τινὰς οὔσας ἢ διὰ τὸ ἀφθάρτους αὐτὰς εἶναι καὶ μὴ τέμνεσθαι. Ἀριστοτέλης δὲ ὁ Σταγειρίτης (De caelo l c al) ἀρ‐ χὰς λέγει τῶν ὅλων εἶδος καὶ ὕλην καὶ στέρησιν, ἐκ δὲ τούτων τὰ τέσσαρα στοιχεῖα, καὶ πέμπτον σῶμα ἀδιάφθαρτον καὶ καθα‐ | |
10 | ρόν, ὃ δὴ αἰθέρα λέγουσιν. Σωκράτης δὲ καὶ Πλάτων (Tim 29 Esqq.) ἀρχὰς τῶν ὅλων καλοῦσι θεὸν καὶ ὕλην καὶ τρίτον τὸ ὑποκεί‐ μενον γενέσει καὶ φθορᾶι, ἐκ δὲ τούτων τὰ τέσσαρα στοιχεῖα γενέσθαι. Ἐμπεδοκλῆς δὲ (v. 33 sqq. St.) ἀρχάς φησι τῶν ὅλων τὰ τέσσαρα στοιχεῖα, καὶ τὸ μὲν πῦρ καλεῖ Δία καὶ αἰθέρα, | |
15 | τὴν δὲ γῆν Ἥραν, τὸν δὲ ἀέρα Ἀϊδωνέα, τὸ δὲ ὕδωρ Νῆστιν, τὰς δὲ τούτων δυνάμεις νεῖκος καὶ φιλίαν, νεῖκος μὲν τὴν διά‐ λυσιν φιλίαν δὲ τὴν σύνοδον. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ἐν τῶι πρώτωι τῶν Ἀργοναυτικῶν (496—8) εἰσάγει τὸν Ὀρφέα ταῦτα λέγοντα· | |
20 | ἤειδεν δ’, ὡς γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε τὸ πρὶν ἐπ’ ἀλλήλοισι μιῆι συναρηρότα μορφῆι νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστον. πάλαι γάρ ποτε ἀναμὶξ φερομένων τῶν στοιχείων ὑπὸ τοῦ νεί‐ κους ὕστερον διακριθῆναι αὐτά, παντὸς μὲν τοῦ γεώδους συστρέ‐ | |
25 | φοντος εἰς ἕν, ὅλου δὲ τοῦ πυρώδους περιειληθέντος εἰς τὸ αὐτὸ καὶ τοῦ ὑδατώδους συρρέοντος εἰς τὸ ὅμοιον καὶ τοῦ ἀέρος περιχυθέντος πρὸς τὸ ὁμόφυλον. Θαλῆς δὲ ὁ Μιλήσιος καὶ Φερεκύδης ὁ Σύριος (p. 39 Sturz) ἀρχὴν τῶν ὅλων τὸ ὕδωρ ὑφίστανται, ὃ δὴ καὶ χάος καλεῖ ὁ Φερεκύδης, ὡς εἰκός, τοῦτο | |
30 | ἐκλεξάμενος παρὰ τοῦ Ἡσιόδου οὕτω λέγοντος (Theog 116) ‘ἤτοι | |
μὲν πρώτιστα χάος γένετο‘· παρὰ γὰρ τὸ χεῖσθαι (ὑπολαμβάνει) τὸ ὕδωρ χάος ὠνόμασται. Ἡράκλειτος δὲ (cf fr XXI Byw) πῦρ πρῶτόν φησι γεγονέναι. εἰσὶ δ’ οἳ τὴν γῆν πρῶτον λέγουσι γεγονέναι, θλιβομένην δὲ καὶ σφιγγομένην οὕτως ἐνάψαι μὲν τὸ | 31 | |
35 | πῦρ, ἀναπέμψαι δὲ τὸ ὕδωρ, διαδοῦναι δὲ τὸν ἀέρα (Pherecyd p. 40 Sturz). | |
4(t) | Περὶ τῆς συστάσεως τῶν ὅλων. | |
1 | Καλῶς ἂν ἔχοι πείθεσθαι τῶι Χρυσίππωι· φησὶ γὰρ ἐκ τῶν τεσσάρων στοιχείων τὴν σύστασιν τῶν ὅλων γεγονέναι. αἴτιον δὲ τῆς μονῆς τούτων τὸ ἰσοβαρές· δύο γὰρ ὑποκειμένων βαρέων, γῆς καὶ ὕδατος, δύο δὲ κούφων, πυρὸς καὶ ἀέρος, τὴν | |
5 | τούτων σύγκρασιν αἰτίαν εἶναι τῆς τοῦ παντὸς τάξεως (ὥσπερ γάρ, εἰ ἦν ὁ κόσμος βαρύς, κάτω ἂν ἐφέρετο, οὕτω καί, εἰ κοῦφος, ἄνω· μένει δὲ τῶι ἴσον ἔχειν τὸ βαρὺ τῶι κούφωι), τὸν δὲ αἰθέρα καὶ οὐρανόν, εἴτε ὁ αὐτὸς εἴτε διάφορος, ἔξω‐ θεν εἶναι σφαιρικὸν σχῆμα ἔχοντα. μετὰ δὲ τοῦτον ἐντὸς αὐ‐ | |
10 | τοῦ τὸν ἀέρα εἶναι καὶ αὐτὸν σφαιρικῶς περικείμενον ἔξωθεν τῆι γῆι. ἐνδοτέρω δὲ αὐτοῦ τρίτην εἶναι σφαῖραν τὴν τοῦ ὕδα‐ τος περὶ αὐτὴν τὴν γῆν μεταξὺ τοῦ ἀέρος καὶ τῆς γῆς. ἐν δὲ τῶι μεσαιτάτωι τὴν γῆν εἶναι κέντρου τάξιν καὶ μέγεθος ἐπ‐ έχουσαν [ὡς αἱ σφαῖραι]. καὶ τὰς μὲν ἄλλας τρεῖς σφαίρας ἢ | |
15 | τέσσαρας περιδινεῖσθαι, τὴν δὲ τῆς γῆς μόνην ἑστάναι. ἔξωθεν δὲ τὴν τοῦ πυρὸς σφαῖραν καὶ ἐνδοτέρω, μετὰ ταύ‐ την δέ, τὴν τοῦ ἀέρος δεδώκασιν οἱ Ἀρχιμήδειοι περιδινεῖσθαι, ἐν μέσωι δ’ εἶναι τὴν τοῦ ὕδατος καὶ τὴν τῆς γῆς διὰ τὴν τοι‐ αύτην αἰτίαν· εἴ τις γὰρ (φασί) λάβοι τῶν σωμάτων τὰ βαρύ‐ | |
20 | τατα, οἷον μόλιβδον, καὶ πάλιν αὐτὰ τὰ κουφότατα, οἷον φελλόν, [ἐξίσης] καὶ ἴσα ἀλλήλοις στήσειε καὶ ἰσόσταθμα ποιή‐ σειε καὶ συνδήσειε, συμβήσεται μηδέτερον ὑπὸ τοῦ ἑτέρου ἕλ‐ κεσθαι· οἷον, εἴ τις βάλοι ταῦτα εἰς θάλασσαν, συμβήσεται μήτε κάτω εἰς τὸν βυθὸν καθέλκεσθαι τὸν φελλὸν ὑπὸ τοῦ μο‐ | |
25 | λίβδου μήτε τὸν μόλιβδον ὑπὸ τοῦ φελλοῦ ἀνέλκεσθαι εἰς τὴν ἐπιφάνειαν τοῦ ὕδατος, ἀλλ’ ὡς ἐπίσης ὑπ’ ἀλλήλων ἀνθελ‐ κόμενα μεταξὺ τῆς ἐπιφανείας τοῦ ὕδατος καὶ τοῦ βυθοῦ εἶναι τὸν μόλιβδον καὶ τὸν φελλόν. τεσσάρων οὖν ὄντων τῶν στοι‐ χείων συμβέβηκε τὸ πῦρ καὶ τὸν ἀέρα κουφότατα ὄντα ἐπὶ τὴν | 32 |
30 | ἄνω φορὰν ἔχειν τὴν ὁρμὴν καὶ περιδινεῖσθαι. ὅτι δὲ πῦρ καὶ ἀὴρ κουφότατα καὶ ἀνωφερῆ, δῆλον μὲν καὶ ἐκ τῆς ὄψεως, ἀλλὰ μὴν καὶ ἐκ τῶν παρὰ τοῖς ἰατροῖς σικυῶν, ἐν αἷς ὁρῶμεν ἀπο‐ λαμβανόμενον τὸ πῦρ ἅμα τῶι ἀέρι τοῦ κατὰ βάθος αἵματος τὴν ἀναγωγὴν ποιούμενα (Plato Tim 79 E), ἀλλὰ καὶ ἀπὸ τοῦ ἐν τοῖς | |
35 | λύχνοις πυρός, ὅπερ ἄνω φερόμενον τὸ ἐν τῆι κοιλότητι τοῦ λύχνου ἔλαιον ἀνιμᾶται. ἀλλὰ μὴν καὶ δαλὸν εἴ τις ἐξάψας στρέψειε, κάτω φέρεσθαι τὸ πῦρ οὐκ ἂν δυνηθείη· ἀνωφερῆ γὰρ ἴσχει τὴν ὁρμήν. πάλιν δέ, εἴ τις ἀσκὸν πλήσειε πνεύμα‐ τος καὶ ἀποσφίγξει〈ε〉, ῥίψει〈ε〉 δὲ εἰς ὕδωρ, οὐδὲν ἧττον ἐπι‐ | |
40 | πολάζει ὁ ἀσκός. ὅτι δὲ ἡ γῆ καὶ τὸ ὕδωρ βαρέα καὶ κατω‐ φερῆ, οὐ δεῖ λόγου τῆς πείρας διδασκούσης. τὴν δὲ τάξιν, ἣν δεδώκαμεν τῶι σφαιρώματι, οἱ Ὀρφικοὶ λέγουσι παραπλησίαν εἶναι τῆι ἐν τοῖς ὠιοῖς· ὃν γὰρ ἔχει λόγον τὸ λέπυρον ἐν τῶι ὠιῶι, τοῦτον ἐν τῶι παντὶ ὁ οὐρανός, καὶ | |
45 | ὡς ἐξήρτηται τοῦ οὐρανοῦ κυκλοτερῶς ὁ αἰθήρ, οὕτω τοῦ λεπύ‐ ρου ὁ ὑμήν. κατὰ δέ τινας, ἐπειδὴ ὁ οὐρανὸς καὶ ὁ αἰθὴρ εἷς ἐστι, μετὰ δὲ τοῦτον ὁ ἀήρ, ἔσται ἐν τοῖς ὠιοῖς ὁ ὑμὴν τοῦ ἀέρος τάξιν ἐπέχων. ἡ δὲ λευκὴ σὰρξ ἡ ἐν τῶι ὠιῶι ἐὰν τὴν τοῦ ἀέρος τάξιν ἐπέχηι, ἔσται ἡ λέκιθος τοῦ ὠιοῦ τὴν τοῦ ὕδα‐ | |
4(50) | τος τάξιν ἐπέχουσα, τὸ δὲ ἐνδότατον καὶ μεσαίτατον τῆς λεκίθου τὴν τάξιν ἔχον τῆς γῆς. εἰ δὲ ὑμένα τὸν ἐν τῶι ὠιῶι ἀντὶ τοῦ αἰθέρος λάβωμεν, τὸ τῶν ὀρνίθων γάλα ἀντ’ ἀέρος ἔσται καὶ ἡ ἔξωθεν περιφορὰ τῆς λεκίθου ἀντὶ ὕδατος, τὸ δὲ ἐνδότατον καὶ μεσαίτατον ἀντὶ τῆς γῆς. καθόλου δέ, ἐὰν πέντε σφαίρας | |
55 | εἴπωμεν κατὰ τὸν Ἀριστοτέλην (De mundo p. 392a—393a), τὸ | |
ἐνδότατον τῆς λεκίθου ἀντὶ τῆς γῆς παραληφθήσεται, ἐὰν δὲ τέσσαρας κατὰ τοὺς ἄλλους, ὅλη ἡ λέκιθος ἀντὶ τῆς γῆς ἔσται, οὐ κατὰ τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν τάξιν. ὅτι δὲ καὶ ἕστηκεν ἡ γῆ, παραδείγματι χρῶνται τούτωι· εἴ | 33 | |
60 | τις (φασίν) εἰς φῦσαν κέγχρον βάλοι ἢ κόκκον φακοῦ καὶ φυσή‐ σειε καὶ ἐμπλήσειεν αὐτὴν ἀέρος, συμβήσεται μετεωρισθέντα τὸν κόκκον ἐν μέσωι τῆς κύστεως στῆναι, καὶ τὴν γῆν δὲ παντα‐ χόθεν ὑπὸ τοῦ ἀέρος ὠθουμένην ἰσορρόπως ἐν τῶι μέσωι εἶναι καὶ ἑστάναι. ἢ πάλιν, ὥσπερ εἴ τις λαβὼν σῶμα δήσειε παντα‐ | |
65 | χόθεν ἐξ ἑκατέρου σχοινίοις καὶ δοίη τισὶν ἰσορρόπως ἕλκειν ἐπ’ ἀκριβείας, συμβήσεται πανταχόθεν ἐπίσης περιελκόμενον στῆναι καὶ ἀτρεμῆσαι. Ξενοφάνης δὲ οὐκ οἴεται (p. 49. 154 K.) μετέωρον εἶναι τὴν γῆν, ἀλλὰ κάτω εἰς ἄπειρον καθήκειν· ‘γαίης μὲν‘ γάρ φησι ‘τόδε πεῖραρ ἄνω παρὰ ποσσὶν ὁρᾶται | |
70 | αἰθέρι προσπλάζον, τὸ κάτω δ’ ἐς ἄπειρον ἱκνεῖται‘. Ἀριστοφάνης δ’ ἐν Νεφέλαις μετέωρον αὐτὴν εἶπεν· λέγει γάρ (v. 264): ‘ὦ δέσποτ’ ἄναξ, ἀμέτρητ’ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετ‐ έωρον‘ ἑστῶσαν μέντοι καὶ ἀκίνητον. ὅθεν καὶ Ἄρατός φησιν (v. 22, 3, Ecl II): ‘ἔχει δ’ ἀτάλαντον ἁπάντη Μεσσηγὺς γαῖαν‘ | |
75 | μηδαμοῦ ταλαντευομένην. ὁ δὲ Ἐμπεδοκλῆς οὐ δίδωσι τοῖς στοιχείοις ὡρισμένους τόπους, ἀλλ’ ἀντιπαραχωρεῖν ἀλλήλοις φησίν, ὥστε καὶ τὴν γῆν μετέωρον φέρεσθαι καὶ τὸ πῦρ ταπει‐ νότερον. | |
5(t) | Τίς οὐσία οὐρανοῦ. | |
1 | Τὸν δὲ οὐρανὸν οἳ μὲν πυρώδη εἶναι καὶ στερέμνιον, ἐντὸς δὲ αὐτοῦ τοῦ αἰθέρος τὴν σφαῖραν ἐχομένην ὥσπερ δαλόν, δια‐ φέρειν δὲ ταύτηι, ἧι ὁ μὲν δαλὸς ἀνωφερὲς ἔχει τὸ πῦρ, ὁ δὲ αἰθὴρ κατωφερές, καὶ τῶι τὸ μὲν θεῖον εἶναι καὶ καθαρὸν καὶ | |
5 | ἀμετάληπτον, τὸ δὲ φθαρτόν· Ἐμπεδοκλῆς δὲ (p. 422 K.) κρυ‐ | |
σταλλώδη τοῦτον εἶναί φησιν ἐκ τοῦ παγετώδους συλλεγέντα, Ἀναξίμανδρος δὲ πτηνὸν πυρὸς μετέχοντα, Ἀριστοτέλης δὲ (Meteor I p. 340 b?) σῶμα ἐκ ψυχροῦ καὶ θερμοῦ. ζῶιον δέ φασιν εἶναι τὸν κόσμον· τὸ γὰρ αὐτοκίνητον εἶναι | 34 | |
10 | αὐτὸν καὶ κατὰ τὰ αὐτὰ τὴν περιφορὰν ἀεὶ ποιεῖσθαι καὶ ἀπὸ τῶν αὐτῶν σημείων ἐπὶ τὰ αὐτὰ περιδινεῖσθαι νοῦν ἔχοντός ἐστι, φησὶν ὁ Πλάτων (Tim 47 B, Leg 897 C). ἀλλὰ καὶ ὡς ζῶιον ζωιογονεῖ. τοὺς δὲ ἀστέρας γεννήματα αὐτοῦ εἶναί φαμεν. καὶ ἡλίου δὲ δρόμον ὁρῶμεν καὶ σελήνης περιφορὰς καὶ τῶν | |
15 | ἄλλων πλανήτων περιόδους καὶ κινήσεις. ἴδιον δὲ ζώιου τὸ ὑφ’ αὑτοῦ κινεῖσθαι· καὶ γὰρ ἐν γῆι καὶ ἀέρι καὶ ὕδατι ζῶιά ἐστιν. διὸ ἀκόλουθον καὶ ἐν οὐρανῶι καὶ αἰθέρι εἶναι. μήποτε μέν‐ τοι καὶ Ὅμηρος ὡς πρὸς ζῶιόν φησιν (Od XI 109, XII 323): ‘Ἠελίου, ὃς πάντ’ ἐφορᾶι καὶ πάντ’ ἐπακούει‘. οἱ δὲ μουσικοὶ | |
20 | ἁρμονικὴν τοῦ οὐρανοῦ τὴν περιφορὰν λέγουσιν εἶναι. τροφῆι δὲ χρῆται, ὡς μέν τινες, παρ’ ἑαυτοῦ, ἄλλοι δὲ ἀνα‐ θυμιάσει τῆι περὶ αὐτόν, τινὲς δὲ τῆι τοῦ ὕδατος σφαίραι. Ἀριστοτέλης δὲ (De caelo 279 b sqq.) μὴ δεῖσθαι τροφῆς αὐτὸν λέγει (τὸ γὰρ δεόμενον φθαρτόν), ἀίδιος δέ ἐστι κατ’ αὐτόν. | |
25 | ὁ δὲ Πλάτων τὸν μὲν νοητὸν κόσμον ἀίδιον καὶ ἄφθαρτον λέγει, τὸν δὲ αἰσθητὸν φθαρτόν (εἰ γὰρ αἰσθητός ἐστι, καὶ γενητὸς δηλονότι καὶ φθαρτός), ἔτι (φησὶν 〈ἐν〉 τῶι Πολιτικῶι p. 274 D, εἴτε μυθικῶς εἴτε φυσικῶς) κίνησιν ἔχειν διττήν, τὴν μὲν ὑφ’ ἑαυτοῦ, τὴν δὲ ὑπὸ τοῦ θεοῦ. καὶ ὅτε μὲν ὑπὸ τοῦ | |
30 | θεοῦ κινεῖται, εὐτακτεῖ καὶ κατὰ τὰ αὐτὰ φέρεται, ὅτε δὲ ὑφ’ ἑαυτοῦ, τὴν ἐναντίαν φορὰν κινεῖται καὶ διαφθείρεται, ἔστ’ ἂν ἐπιστῆι πάλιν ὁ θεὸς καὶ ἡνιοχήσας ἀποκαταστήσηι εἰς τὴν ἀρχαίαν κίνησιν ἀνακύκλησιν ποιησάμενος. ὠνόμασται δὲ κόσ‐ μος παρὰ τὴν τῶν συμπάντων διακόσμησιν. | |
35 | Διόδωρος δὲ ἑξαχῶς τὸν κόσμον φησὶ νοεῖσθαι ἐφ’ ἑκάστου ἔννοιαν διδοὺς οὕτως· ‘κόσμος ἐστὶ σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν μεταξὺ φύσεων‘. πάλιν· ‘κόσμος ἐστὶν οἰκητήριον | |
θεῶν‘. νῦν οὖν τὸ πλήρωμα λέγει ἐκτὸς τῶν ἐν αὐτῶι. τρί‐ τον· ‘ὁ κόσμος ἐστὶ σύστημα ἐκ θεῶν καὶ ἀνθρώπων‘. τοῦτο | 35 | |
40 | ὅμοιον τῶι βίωι, ὡς εἴ τις λέγοι ‘πόλις ἐστὶν ἐξ ἀρχόντων καὶ ἀρχομένων‘. τέταρτον· ‘κόσμος ἐστὶν αἰθήρ.‘ οὗτος δὲ πῦρ εἰ‐ λικρινὲς ὢν ἀνώτερός ἐστι τοῦ φυσικοῦ κόσμου. πέμπτον· ‘κόσμος ἐστὶν ἡ τῶν ἀπλανῶν σφαῖρα.‘ τούτου καὶ Πλάτων ἐν Τιμαίωι μέμνηται (p. 28 B). ἕκτον· ‘κόσμος ἐστὶν ὁ διακοσμή‐ | |
45 | σας τὰ πάντα‘. ἔοικε δὲ νῦν ἡ πρόνοια λέγεσθαι. τὸ δὲ πᾶν κόσμον Πυθαγόρας ἐκάλεσεν ἐκ τῆς διακοσμή‐ σεως, οὐδεὶς δὲ πρὸ αὐτοῦ. τὸ δὲ πᾶν τοῦ ὅλου παρὰ τοῖς Στωϊκοῖς διαφέρει· ὅλον μὲν γὰρ λέγουσι τὸν κόσμον, πᾶν δὲ 〈τὸ〉 μετὰ τοῦ κενοῦ. τηρητέον, ὅτι οὐδαμοῦ δι’ ὅλου κόσμος | |
5(50) | οὕτως ὠνόμασται. οὐρανὸς δὲ ἠτυμολόγηται, ἤτοι ἐπεὶ ὅρος παλαιός ἐστιν ἢ ἐπεὶ σφαιροειδὴς ὢν ἔνδοθεν αὑτοῦ ἡμᾶς οὐρεῖ, ὅ ἐστι φυλάσ‐ σει, ἢ ἐπεὶ ἀνώτατός ἐστι (τῶι δὲ ὅρωι τὸ ἄνω δηλοῦν Φρυγῶν ἴδιον, ὡς Νεοπτόλεμος ἐν ταῖς Φρυγίαις φωναῖς [Meineke Anal | |
55 | Al p. 360]) ἢ ἀπὸ τοῦ ὁρᾶσθαι ἢ ἀπὸ τοῦ ὀρούειν (κινεῖται γάρ) ἢ ἀπὸ τοῦ οὖρος εἶναι καὶ ἔσχατος ὅρος. λέγεται δὲ πολλαχῶς. οὐρανὸς ἡ τῶν ἀπλανῶν σφαῖρα .... Ζήνων γοῦν ὁ Κιτιεὺς (fr 65 Pearson) οὕτως αὐτὸν ὡρίσατο· ‘οὐρανός ἐστιν αἰθέρος τὸ ἔσχατον, ἐξ οὗ καὶ ἐν ὧι ἐστι πάντα ἐμφανῶς. τοῦτο δὲ καὶ | |
60 | πάντα περιέχει πλὴν αὑτοῦ‘ εὖ πάνυ εἰπών· οὐδὲν γὰρ ἑαυτὸ περιέχει, ἀλλ’ ἑτέρου ἐστὶ περιεκτικόν. τοῦ δὲ οὕτως ὡρισμέ‐ νου οὐρανοῦ μέμνηται καὶ Πλάτων (Tim p. 32 B sqq.) καὶ Ἀρι‐ στοτέλης ἐν δευτέρωι Περὶ οὐρανοῦ (p. 284a sqq.). λέγεται δὲ οὐρανὸς καὶ ἡ ἑκάστου τῶν πλανήτων σφαῖρα, καθ’ ὃν λόγον ἐν | |
65 | οὐρανῶι φαμεν εἶναι (ib p. 278 b). καὶ ἔτι οὐρανὸς πᾶς ὁ μετὰ τὸν ἀέρα τόπος, ὁπόσος εἰλικρινής ἐστιν αἰθήρ. καὶ ἔτι οὐρα‐ | |
νὸς λέγεται πᾶν τὸ ὑπεράνω βλεπόμενον ἐν τῆι ὄψει μὴ πρός τι ὄν, καθὸ λέγομεν τὸν οὐρανὸν ὀρανόν. αὐτὸς δὴ καὶ ἄλλοτ’ ἄλλωι ὁρατός ἐστιν, ὅπως ἂν ὀξύτητός τις ἔχοι βλέπειν. καὶ ἔτι | 36 | |
70 | οὐρανὸς λέγεται ὁ κόσμος, ὃ Διὸς οἰκητήριον λέγομεν, οὗ Πλά‐ των μέμνηται (Phaedr p. 246 E) ἐπὶ τοῦ ἡλίου ‘ὁ μὲν δὴ μέγας— ἐν οὐρανῶι Ζεύσ‘ εἰπών. Ἐπίκουρος δὲ (p. 213 Us) πολλοὺς κόσ‐ μους ὑποτίθεται καὶ ὁ διδάσκαλος αὐτοῦ Μητρόδωρος. | |
6(t) | Περὶ σχήματος κόσμου. | |
1 | Σχῆμα δὲ κόσμου οἳ μὲν κωνοειδές, οἳ δὲ σφαιροειδές, οἳ δὲ ὠιοειδές, ἧς δόξης ἔχονται οἱ τὰ Ὀρφικὰ μυστήρια τελοῦν‐ τες. σαφηνείας δὲ ἕνεκα πιθανῆς παρελήφθη τοῦ ὠιοῦ ἡ εἰ‐ κών. ἄμεινον δὲ σφαίρας ἐκδέχεσθαι σχῆμα ἔχειν τὸν οὐρανὸν | |
5 | καὶ τὰ ἐν αὐτῶι κατὰ τὸν Ἐμπεδοκλέα, ὃς ἔφη οὕτως (138 St): ‘σφαῖρος κυκλοτερής, μονίηι περιηγέι χαίρων‘. δῆλον δὲ καὶ ἐκ τοῦ εἶναι ἓξ ζώιδια ὑπὸ γῆν, ἓξ δὲ ὑπὲρ γῆν. ἐπ’ οὐδενὸς δὲ ἄλλου σχήματος ἡ τοιαύτη εὐταξία καὶ περιφορὰ γίνεται ἢ ἐπὶ τοῦ σφαιρικοῦ. τὸ δὲ σφαιροειδὲς σχῆμα διδόασι τῶι κόσμωι· | |
10 | σφαῖρα μὲν γὰρ ὁ οὐρανός, σφαιροειδὴς δὲ ἡ γῆ. διαφέρει δὲ ἑκάτερα, ἧι τὸ μὲν σφαιροειδὲς σχῆμα καὶ ἐξοχὰς ἔχει καὶ κοι‐ λότητας, τὸ δὲ τῆς σφαίρας σχῆμα πανταχόθεν ἴσον καὶ ἀπὸ τοῦ μέσου κέντρου ἐκβαλλομένας εὐθείας εἰς τὴν ἐπιφάνειαν ἴσας ἔχον, ὥσπερ οἶνος καὶ οἰνῶδες τὸ τῆς οἴνου οὐσίας μεθεκτι‐ | |
15 | κόν. ἔστιν οὖν ὁ οὐρανὸς σφαῖρα, ὅθεν τὴν κύκλωι φορὰν ποιεῖται. περὶ ὃν καὶ ἥλιος τὴν περιφορὰν ποιεῖται ‘Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα‘ (Eur Phoen 3): καὶ γὰρ ἐξ Ὠκεα‐ νοῦ ἀνατέλλοντα αὐτὸν ὁρῶμεν (‘Ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην‘ Od III 1 al) καὶ πάλιν ἐς Ὠκεανὸν κατα‐ | |
20 | δυόμενον ‘ἐν δ’ ἔπες’ Ὠκεανῶι λαμπρὸν φάος ἠελίοιο‘ (Il VIII 485). οὐκ ἂν δὲ τοῦτο ἐγίνετο, εἰ μὴ τὴν κύκλωι περιφορὰν ἐποιεῖτο. οἱ δὲ Πυθαγόρειοι, ἐπεὶ πάντα ἐξ ἀριθμῶν καὶ γραμ‐ | |
μῶν συνεστάναι θέλουσι, τὴν μὲν γῆν φασιν ἔχειν σχῆμα κυβι‐ κόν, τὸ δὲ πῦρ πυραμοειδές, τὸν δ’ ἀέρα ὀκτάεδρον, τὸ δὲ ὕδωρ | 37 | |
25 | εἰκοσάεδρον, τὴν δὲ τῶν ὅλων σύστασιν δωδεκάεδρον. | |
7(t) | Περὶ περιφορᾶς. | |
1 | Οἱ Στωϊκοί φασιν ἐκ τῆς γῆς τὴν ἔξωθεν γίνεσθαι πρῶτον περιφοράν· ἐπεὶ γὰρ ἡ γῆ κέντρου τάξιν ἐπέχει, ὅπωσπερ ἀπὸ κέντρου κύκλος γίνεται, οὕτω καὶ ἀπὸ τῆς γῆς εἰκὸς ἔξω περι‐ φέρειαν γεγονέναι. οἳ δέ φασι τὸ πῦρ 〈διὰ τὸ〉 ἀνωφερὲς εἶναι | |
5 | καὶ τὴν κύκλωι φορὰν εἰωθὸς ποιεῖσθαι τὴν σύστασιν τῆς τῶν ὅλων περιφορᾶς πεποιῆσθαι. | |
8(t) | Εἰ ἔστι τι ἐκτὸς κενόν. | |
1 | Οἳ μὲν εἶναί τι ἐκτός φασιν, ὥσπερ καὶ Ἐπίκουρος (ὃς καὶ ἀπείρους κόσμους ὑποτίθεται ἐν ἀπείρωι τῶι κενῶι [p. 213 Us]). οἱ δὲ Στωϊκοὶ ἐκπύρωσιν λέγοντες κόσμου κατά τινας ὡρισμέ‐ νους χρόνους εἶναι κενὸν μέν, οὐ μὴν ἄπειρόν φασιν, ἀλλὰ τοσ‐ | |
5 | οῦτον ὅσον χωρῆσαι λυθὲν τὸ πᾶν. οἱ δὲ μηδὲν εἶναι λέγοντες χρῶνται λόγωι τοιούτωι· τοῦ οὐρανοῦ σφαιρικῶς κινουμένου, εἰ ἔστι τι ἐκτὸς κενόν, συμβήσεται τὴν σφαῖραν παρεγκλίσεις τινὰς ὑπομένειν ἐξολισθαίνουσαν τῆιδε κἀκεῖ· τοῦτο δὲ οὐ γίνεται· οὐκ ἄρα ἔστι κενόν· ἀεὶ γὰρ κατὰ τὰ αὐτὰ καὶ ἀπὸ τῶν αὐ‐ | |
10 | τῶν ὁρῶμεν τὰς ἀνατολὰς καὶ τὰς δύσεις. | |
9(t) | Εἰ ἕστηκεν ὁ κόσμος. | |
1 | Δόγμα ἐστὶ τῶν Στωϊκῶν καὶ μαθηματικῶν μένειν τὸν κόσμον, τὸ μέντοι δόγμα διὰ τοιούτων λόγων κατασκευάζεται· ‘εἰ ὁ κόσμος κενῶι ἐν ἀπείρωι ὑπάρχων κάτω ἐφέρετο, οὐκ ἂν ὄμβροι κατελάμβανον τὴν γῆν· καταλαμβάνουσι δέ· οὐκ ἄρα | |
5 | φέρεται ὁ κόσμος, ἀλλὰ ἕστηκεν‘. καὶ πάλιν· ‘οἱ ἄνεμοι ἄλλοι μὲν ἀπὸ τῆς γῆς εἰς ἀέρα, ἄλλοι δὲ ἐπὶ τὰ κάτω εἰσὶ καταβαλ‐ λόμενοι· εἰ δὲ ... οὐ ... οὐκ ἄρα φέρεται ὁ κόσμοσ‘. φασὶ μὲν οὖν μένειν τὸν κόσμον ἐν ἀπείρωι κενῶι διὰ τὴν ἐπὶ τὸ μέσον φοράν, ἐπεὶ πάντα αὐτοῦ τὰ μέρη ἐπὶ τὸ μέσον νένευκεν. μέρη | |
10 | δέ ἐστιν αὐτοῦ γῆ ὕδωρ ἀὴρ πῦρ, ἃ πάντα νεύει ἐπὶ τὸ μέσον. διὰ τοῦτο οὖν οὐδαμοῦ ῥέπει ὁ κόσμος. οἱ δὲ Ἐπικούρειοί φασι (p. 353 Us) μένειν τὸν κόσμον ἀνακοπτόμενον ὑπὸ τοῦ ἀέρος τοῦ ἐν τοῖς μετακοσμίοις. μετακόσμια δέ ἐστι τὰ μεταξὺ τῶν κόσμων διαστήματα. | 38 |
10(t) | Περὶ ἀστέρος. | |
1 | Ἀστήρ ἐστι κατὰ Διόδωρον (Doxogr p. 19 sq.) σῶμα θεῖον οὐράνιον τῆς αὐτῆς μετειληφὸς οὐσίας τῶι ἐν ὧι ἐστι τόπωι, σῶμά τι λαμπρὸν καὶ οὐδέποτε στάσιν ἔχον ἀλλ’ ἀεὶ φερόμενον κυκλικῶς. ὡσαύτως δὲ ὡρίσατο καὶ Ποσειδώνιος πρὸ αὐτοῦ ὁ | |
5 | Στωϊκός (p. 65 Bake). τὸ δὲ ‘οὐδέποτε στάσιν ἔχον‘ ἐπὶ μὲν τῶν πλανήτων οὕτως εἰρῆσθαι δοκεῖ, πλὴν κἀπὶ τῶν ἀπλανῶν πρὸς τοὺς ὡς ἔτυχεν αἰτιωμένους οὐ καλῶς ἔχειν τῆς αὐτῆς ἐν‐ νοίας ἔχεται· οὐδέποτε γὰρ στάσιν ἔχουσι τῶι ὑπὸ τοῦ κόσμου περιάγεσθαι, κἂν ἐπ’ αὐτοῦ μένωσιν· τῶν γὰρ ἀστέρων οἱ μὲν | |
10 | ἐμπεπηγότες τῶι οὐρανῶι ἀπλανεῖς λέγονται, οἱ δὲ τὴν ἐναν‐ τίαν φερόμενοι πλάνητες. αὐτοὶ δὲ ἑπτὰ ὄντες κατωτέρω τοῦ οὐρανοῦ καὶ τοῦ αἰθέρος περιδινούμενοι τὸν ἐναντίον τῆν τοῦ κόσμου στροφῆι δρόμον τρέχουσιν, ὥσπερ εἰ νεὼς εἰς βορέαν ἄνεμον φερομένης ἐπιβάτης εἰς νότον τρέχει 〈ἐν〉 αὐτηὶ τῆι νηὶ | |
15 | τρέχων. εἰσὶ δὲ αὐτῶν αἱ κινήσεις διτταί, ἥ τε κοσμικὴ καὶ ἡ ἰδία· διὸ καὶ πρὸς σύγκρισιν τῶν ἀπλανῶν οὕτω πλάνητες ἐκλή‐ θησαν ἤτοι ἀπὸ τοῦ πλανᾶν ἡμῶν τὰς ὄψεις (καὶ γὰρ πλάγιοι φέρονται καὶ ἀναποδίζουσιν ἐνίοτε, ἔσθ’ ὅτε δὲ προσωτέρω χωροῦσιν) ἢ ἀπὸ τοῦ αὐτοὺς πλανᾶσθαι καὶ μὴ τὴν αὐτὴν | |
20 | πορείαν ποιεῖσθαι τοῖς ἀπλανέσιν. ὅθεν καὶ Ἄρατος (v. 319, Ecl VII) τὴν πορείαν, δι’ ἧς φέρεται ὁ ἥλιος, πλάνην εἶπεν αὐτοῦ καὶ ἄλησιν ‘καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο‘. οἱ δὲ Πυθαγόρειοι οὐ μόνον τοὺς πλάνητας ἀστέρας βούλονται ἰδίαν κίνησιν ἔχειν, ἀλλὰ καὶ τοὺς ἀπλανεῖς, οὕτω μέντοι κι‐ | |
25 | νεῖσθαι καὶ περὶ τὸν ἴδιον κυκλεῖσθαι κύκλον, ὥσπερ τοῦ παν‐ τὸς μὴ μεταβαίνοντος ἑτέρωθι, ἀλλὰ περὶ τὸν αὐτὸν τόπον | |
εἱλουμένου. | 39 | |
11(t) | Τίς οὐσία ἀστέρων. | |
1 | Θαλῆς μὲν δὴ γηΐνην ἔμπυρον εἶπε τὴν τῶν ἀστέρων οὐ‐ σίαν. Ἐμπεδοκλῆς δὲ πυρίνους αὐτοὺς εἶπεν. τινὲς δὲ γεώδεις εἰπεῖν αὐτοὺς ἐτόλμησαν, ὧν ἐστι καὶ Ἀναξαγόρας (fr 24): μετὰ γὰρ τὴν πρώτην φησὶ διάκρισιν τῶν στοιχείων τὸ πῦρ χωριζόμενον | |
5 | ἐπὶ τὴν ἰδίαν φύσιν ἀνασπάσαι καὶ διάπυρα ποιῆσαι καὶ τῆς γῆς μόριά τινα· ὅθεν καὶ τὸν ἥλιον ἔλεγεν εἶναι μύδρον, ὡς ἑξῆς ἐροῦμεν (c. 19). ἔνιοι δὲ (Diog Apoll p. 101 Panz) κίσηριν πλαγίαν οὖσαν ὑπὸ τῆς θερμότητος τοῦ αἰθέρος ἀναπτομένην ὑπὸ τῶν τρυμαλιῶν τοὺς ἀστέρας φαίνειν. Πλάτων δὲ (Tim | |
10 | p. 32 C sqq.) ἐκ τῶν τεσσάρων στοιχείων, πλείστου δὲ πυρός. Ξενοφάνης δὲ λέγει (p. 165 K.) τοὺς ἀστέρας ἐκ νεφῶν συνεστά‐ ναι ἐμπύρων καὶ σβέννυσθαι καὶ ἀνάπτεσθαι ὡσανεὶ ἄνθρα‐ κας, καί, ὅτε μὲν ἅπτονται, φαντασίαν ἡμᾶς ἔχειν ἀνατολῆς, ὅτε δὲ σβέννυνται, δύσεως. οἱ Στωϊκοὶ δὲ ἐκ πυρὸς λέγουσιν | |
15 | αὐτούς, πυρὸς δὲ τοῦ θείου καὶ ἀιδίου καὶ οὐ παραπλησίου τῶι παρ’ ἡμῖν· τοῦτο γὰρ φθαρτικὸν καὶ οὐ παμφαές. | |
12(t) | Περὶ σχήματος ἀστέρων. | |
1 | Κλεάνθης (fr 33 Pearson) αὐτοὺς κωνοειδὲς ἔχειν σχῆμά φησι, τινὲς δὲ πετάλοις ἐοικέναι ἐκπύροις βάθος οὐκ ἔχοντας, ἀλλ’ ὥσπερ γραφὰς εἶναι, τινὲς δὲ πυραμίδας. οἱ δὲ Στωϊκοὶ σφαιρικὸν ἔχειν σχῆμα λέγουσι, καθάπερ καὶ τὸν ἥλιον καὶ τὸν | |
5 | περιέχοντα οὐρανόν. | |
13(t) | Εἰ ζῶια οἱ ἀστέρες. | |
1 | Ζῶιον δέ ἐστιν, ὡς Εὔδωρος (p. 22 Diels), ἔμψυχος οὐσία. τοὺς ἀστέρας δὲ ζῶια εἶναι οὔτε Ἀναξαγόραι (p. 159 Schaub) οὔτε Δημοκρίτωι ἐν τῶι Μεγάλωι 〈δια〉κόσμωι δοκεῖ οὔτε Ἐπι‐ κούρωι ἐν τῆι πρὸς Ἡρόδοτον Ἐπιτομῆι (p. 2 et 28 Us), δοκεῖ δὲ | |
5 | Πλάτωνι ἐν Τιμαίωι (p. 40 B), Ἀριστοτέλει ἐν δευτέρωι Περὶ | |
οὐρανοῦ (p. 292 b), Χρυσίππωι ἐν τῶι Περὶ προνοίας καὶ θεῶν. οἱ δὲ Ἐπικούρειοί φασι μὴ εἶναι ζώιδια, ἐπειδὴ ὑπὸ σωμάτων συνέχεται, οἱ δὲ Στωϊκοὶ τὸ ἀνάπαλιν. Ποσειδώνιος δὲ (p. 65 Bake) ἀγνοεῖν τοὺς Ἐπικουρείους ἔφη, ὡς οὐ τὰ σώματα τὰς | 40 | |
10 | ψυχὰς συνέχει, ἀλλ’ αἱ ψυχαὶ τὰ σώματα, ὥσπερ καὶ ἡ κόλλα καὶ ἑαυτὴν καὶ τὰ ἐκτὸς κρατεῖ. ὅτι δὲ οἱ ἀστέρες ζῶια, χρῶν‐ ται πρὸς ἀπόδειξιν οἱ Στωϊκοὶ τούτοις· ‘πάντα τὰ ἐν τῶι οὐ‐ ρανῶι πυρώδη [καὶ] κατὰ φύσιν καὶ πολυχρονίως κινεῖται καὶ κυκλικῶς. οὐκοῦν καὶ κρίσιν ἔχει. εἰ δὲ κρίσιν ἔχει, καὶ ζῶιά | |
15 | ἐστιν‘. καὶ ὅτι ποικίλας ἔχουσι κινήσεις. τοῦτο δὲ τοῖς ζώιοις ἕπεται. καὶ ὅτι πάντα τὰ στοιχεῖα ζῶια ἔχει. ἄτοπον δὲ τὸ κρεῖττον πάντων τῶν στοιχείων ζώιων ἄμοιρον εἰπεῖν. | |
14(t) | Τί μὲν ἀστήρ, τί δὲ ἄστρον. | |
1 | Ἀστὴρ μέν ἐστιν, ὡς ἂν ὁ τοῦ Κρόνου ἢ τοῦ Ἑρμοῦ, εἷς ἀριθμῶι, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων σύστημα, ὡς ἡ Ἀν‐ δρομέδα ἢ ὁ Κένταυρος. οἶδε δὲ τὴν διαφορὰν καὶ Ἄρατος (v. 11, 2, Ecl I 2) ‘ἄστρα διακρίνας· ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν | |
5 | Ἀστέρασ‘ λέγων. Διόδωρος δὲ καὶ οἱ ἄλλοι μαθηματικοὶ ἰδίως καὶ κοινῶς τὰ ζώιδια ἄστρα καλοῦσι καὶ ἀστέρας παρατιθέ‐ μενοι Πλάτωνα ἄστρα τοὺς ἑπτὰ πλάνητας ἐν τῶι Τιμαίωι (p. 40 B) εἰρηκότα. τὸν Κύνα μέντοι ἀστέρα ὄντα ἐν τῶι βίωι ἄστρον λέγομεν. ἀλλ’ ὁ μὲν ἀστὴρ καὶ ἄστρον, οὐκέτι δὲ τὸ | |
10 | ἀνάπαλιν. οὕτως μέντοι ὁ Καλλίμαχος (fr 35 d) ‘πρὶν ἀστέρι τῶι Βερενίκησ‘ ἐπὶ τοῦ Πλοκάμου φησίν, ὃς ἐξ ἀστέρων σύγ‐ κειται ἑπτὰ εὖ καταφανῶν (τοῦτον δὲ τὸν Πλόκαμον οὐκ οἶδεν Ἄρατος, παρετήρησε δὲ Κόνων ὁ μαθηματικός). σώματα δὲ νοεῖται, ὅσα ὑπὸ μιᾶς ἕξεως ἡνωμένα κρατεῖται, οἷον λίθος | |
15 | ξύλον, καὶ εἴη ἂν ἕξις πνεῦμα σώματος συνεκτικόν, συνημμένα δέ, ὅσα οὐχ ὑπὸ μιᾶς ἕξεως δέδεται ὡς πλοῖον καὶ οἰκία (τὸ μὲν | |
γὰρ ἐκ πολλῶν σανίδων, ἣ δὲ ἐκ πολλῶν λίθων σύγκειται), διε‐ στῶτα δέ, ὡς χορός. τῶν δὴ τοιούτων διτταὶ αἱ διαφοραί· τὰ μὲν γὰρ ἐξ ὡρισμένων σωμάτων καὶ ἀριθμῶι ληπτῶν ὡς χορός, | 41 | |
20 | τὰ δὲ ἐξ ἀορίστων ὡς ὄχλος. εἴη οὖν ὁ μὲν ἀστὴρ σῶμα ἡνω‐ μένον, τὸ δὲ ἄστρον ἐκ διεστώτων καὶ ὡρισμένων· ἀριθμὸς γὰρ ἀστέρων ἐφ’ ἑκάστου δείκνυται. Πίνδαρος δὲ τὸν ἀστέρα ἄστρον ὀνομάζει λέγων (Ol I 5 sq.) ‘μηκέθ’ ἁλίου σκόπει Ἄλλο θαλπνό‐ τερον ἐν ἁμέραι φαεννὸν ἄστρον‘ κατὰ τὴν συνήθειαν. | |
15(t) | Περὶ πλανήτων. | |
1 | Ὁ Ἄρατος (v. 10. 453, Ecl I 1) τῆι τῶν πολλῶν δόξηι κατακο‐ λουθήσας τοὺς ἀπλανεῖς ἐναρηρέναι φησὶ τῶι οὐρανῶι ‘αὐτὸς γὰρ τάδε σήματ’ ἐν οὐρανῶι ἐστήριξε‘ παρὰ τὸ ‘ἐστήριξεν‘ ἀστέρας αὐτοὺς παρετυμολογῶν. τὸν δὲ τῶν πλανήτων λόγον παρηιτή‐ | |
5 | σατο ὁ Ἄρατος, ὅταν λέγηι (v. 454, 5. 460—462, Ecl VIII): οἱ δ’ ἐπιμὶξ ἄλλοι πέντ’ ἀστέρες, οὐδὲν ὁμοῖοι, ἔμπαλιν εἰδώλων δυοκαίδεκα δινεύονται ... οὐδ’ ἔτι θαρσαλέως κείνων ἐγώ· ἄρκιος εἴην ἀπλανέων τά τε κύκλα τά τ’ αἰθέρι—δινεύουσιν. | |
10 | παραιτεῖται δὲ διὰ πολλὰς αἰτίας, πρῶτον ὅτι φαινόμενα ἠθέλησε καὶ πᾶσι σύμφωνα δεῖξαι ἄστρα, οὗτοι δὲ πολλὴν δια‐ φωνίαν ἔχουσι καὶ οὐδὲ πᾶσίν εἰσι φανεροί. ἐν δὲ τῶι ἐπι‐ γραφομένωι αὐτοῦ Κανόνι (fr IV a) τὸν περὶ αὐτῶν ποιούμενος λόγον ἁρμονίαι τινὶ καὶ συμφωνίαι μουσικῆι τὰς κινήσεις αὐτῶν | |
15 | λέγει γεγονέναι. λεκτέον δὲ περὶ αὐτῶν. | |
16(t) | Τάξις τῶν ζʹ σφαιρῶν. | |
1 | Οἱ περὶ τὰ μετέωρα δεινοί φασι ζώνας τινὰς εἶναι ἑπτά, δι’ ὧν φέρεσθαι τοὺς ἑπτὰ ἀστέρας, καὶ ἐν μὲν τῆι ὑψηλοτάτηι φέρεσθαι τὸν τοῦ Κρόνου, ἐν δὲ τῆι μετ’ αὐτὴν τὸν τοῦ Διός, καὶ ἐν τῆι τρίτηι τὸν τοῦ Ἄρεος, ἐν τῆι τετάρτηι τὸν τοῦ | |
5 | ἡλίου, ἐν τῆι πέμπτηι τὸν τῆς Ἀφροδίτης, ἐν δὲ τῆι ἕκτηι τὸν τοῦ Ἑρμοῦ, ἐν δὲ τῆι ἑβδόμηι τὸν τῆς σελήνης. τινὲς δὲ ἐν τῆι | |
τετάρτηι τὴν Ἀφροδίτην λέγουσιν, ἐν τῆι πέμπτηι δὲ τὸν Ἑρμῆν, ἐν δὲ τῆι ἕκτηι τὸν ἥλιον. ἄλλοι δὲ τέταρτον τὸν Ἑρμῆν, ἕκτην δὲ τὴν Ἀφροδίτην, μέσον δὲ τὸν ἥλιον. εἰσὶ δὲ οἳ πρῶ‐ | 42 | |
10 | τον τὸν ἥλιον λέγουσιν, δευτέραν δὲ τὴν σελήνην, τρίτον δὲ τὸν Κρόνον. ἡ δὲ πλείων δόξα, καθ’ ἣν πρώτη ἡ σελήνη, ἐπεὶ καὶ ἀπόσπασμα τοῦ ἡλίου λέγουσιν αὐτήν, ὡς καὶ Ἐμπεδοκλῆς (v. 154 St) ‘κυκλοτερὲς περὶ γαῖαν ἑλίσσεται ἀλλότριον φῶς.‘ περὶ δὲ τῆς ἐναρμονίου κινήσεως αὐτῶν εἶπεν, ὡς ἔφην (c. 15), | |
15 | Ἄρατος ἐν τῶι Κανόνι (fr. IV b) καὶ Ἐρατοσθένης ἐν τῶι Ἑρμῆι (fr XV Hill) καὶ Ὑψικλῆς καὶ Θράσυλλος καὶ Ἄδραστος Ἀφρο‐ δισιεύς. ἤρξαντο δὲ τοῦ λόγου τούτου οἱ Πυθαγορικοί· πάντα γὰρ ἁρμονίαι καὶ τάξει λέγουσι κινεῖσθαι, καθὰ καὶ ἰατροὶ τοὺς σφυγμούς, καὶ ὑγιαίνειν μέν, ὅταν εὐτακτῶσι, νοσεῖν δέ, ὅτε | |
20 | ἀτάκτως κινοῦνται. | |
17(t) | Τὰ ὀνόματα τῶν πλανήτων διαφόρως. | |
1 | Περὶ δὲ τῶν ὀνομάτων αὐτῶν καὶ τοῦ χρόνου ἑκάστου διαφωνία· πολλοῖς γάρ, Αἰγυπτίοις καὶ Ἕλλησι, τοῦ Κρόνου ὁ ἀστὴρ λέγεται καίτοι ἀμαυρότατος ὢν Φαίνων κατὰ τὸ εὔ‐ φημον παρ’ Ἕλλησι, παρὰ δὲ Αἰγυπτίοις Νεμέσεως ἀστήρ. | |
5 | δεύτερος ὁ τοῦ Διὸς καθ’ Ἕλληνας Φαέθων, κατὰ δὲ Αἰγυπτίους Ὀσίριδος ἀστήρ. τρίτος ὁ τοῦ Ἄρεος παρὰ μὲν Ἕλλησι Πυ‐ ρόεις, παρὰ δὲ Αἰγυπτίοις Ἡρακλέους ἀστήρ. τέταρτος ὁ τοῦ Ἑρμοῦ (δεδόσθω γὰρ νῦν τέταρτον αὐτὸν εἶναι· εἴρηται γάρ c. 16, ὅτι διαφωνία πολλὴ περὶ τῶν ἀστέρων Ἑρμοῦ καὶ Ἀφροδίτης | |
10 | καὶ ἡλίου), ὁ τοίνυν τοῦ Ἑρμοῦ ἀστὴρ καλεῖται παρὰ μὲν Ἕλλησι Στίλβων, παρὰ δὲ Αἰγυπτίοις Ἀπόλλωνος ἀστήρ. πέμ‐ πτος ὁ τῆς Ἀφροδίτης παρὰ μὲν Ἕλλησιν Ἑωσφόρος ... πρῶ‐ τος δὲ Ἴβυκος (fr 42 B.) εἰς ἓν συνέστειλε τὰς προσηγορίας. τέταρτος δὲ ὁ ἥλιος κατ’ Αἰγυπτίους, ἕκτος δὲ καθ’ Ἕλληνας. | |
15 | ἕβδομος δὲ ὁ τῆς σελήνης. οἱ δὲ μουσικοὶ ὑποτίθενται τὸν | |
ζωιδιακὸν κύκλον ὡς ἐν ἁρμονίαι τάξιν ἔχειν φθόγγου τοῦ τῆς χρωματικῆς διεζευγμένου, τὸν δὲ τοῦ Κρόνου ἐπέχειν [λόγον] τῆς ἐναρμονίου φθόγγον τὸν διεζευγμένον. ὁ δὲ τοῦ Διὸς τάξιν ἔχει ἐν μουσικῆι φθόγγου τοῦ καλουμένου διατόνου διεζευγμένου. ὁ δὲ | 43 | |
20 | τοῦ Ἄρεος τάξιν ἔχει φθόγγου τοῦ καλουμένου παραμέσου. ὁ δὲ τοῦ Ἑρμοῦ τάξιν ἐπέχει φθόγγου παρὰ μουσικοῖς τῆς μέσης. ὁ δὲ τῆς Ἀφροδίτης τάξιν ἔχει φθόγγου 〈τοῦ〉 λεγομένου μέσου διατόνου. ὁ δὲ ἥλιος, ἐὰν μὴ τέταρτος ἀλλὰ ἕκτος δοθῆι, ἔσται τάξιν ἐπέχων μέσου λιχανοῦ. ἡ δὲ σελήνη ἑβδόμη οὖσα τάξιν | |
25 | ἐπέχει φθόγγου τοῦ λεγομένου ὑπάτης μέσης. τὸ δὲ ἀπὸ γῆς διάστημα μέχρι τῆς σελήνης θέλουσιν εἶναί τινες ἀπὸ φθόγγου τοῦ παρὰ τοῖς μουσικοῖς ὑπάτων διατόνου. | |
18(t) | Τίς ὁ καλούμενος μέγας ἐνιαυτός, καὶ ἐν πόσοις | |
t | χρόνοις ἕκαστος τῶν πλανήτων ἀποκαθίσταται. | |
1 | Πάλιν ὁ πρῶτος, ὁ τοῦ Κρόνου, ἀστὴρ παραγίνεται ἀπὸ ζωιδίου ἐπὶ ζώιδιον παχυμερῶς μὲν καὶ πλατυκῶς ἔτεσι τριά‐ κοντα, ἀπὸ δὲ σημείου ἐπὶ σημεῖον ἀποκαθίσταται ἐν ἐτῶν μυ‐ ριάσι τριακονταπέντε καὶ ἔτεσιν ἑξακοσίοις τριακονταπέντε. οὗ‐ | |
5 | τος δέ ἐστιν ὁ καλούμενος μέγας ἐνιαυτός. ὁ δὲ τοῦ Διὸς ἀστήρ, ὁ δεύτερος, παραγίνεται ἀπὸ ζωιδίου ἐπὶ ζώιδιον πλα‐ τυκῶς καὶ παχυμερῶς ἔτεσιν δυοκαίδεκα, ἀπὸ δὲ σημείου ἐπὶ σημεῖον ἀποκαθίσταται ἐν μυριάσιν ἐτῶν δεκαεπτά καὶ ἔτεσι χκʹ. ὁ δὲ τοῦ Ἄρεος περιέρχεται ἀπὸ ζωιδίου ἐπὶ ζώιδιον δι’ ἐτῶν | |
10 | δύο καὶ ἀπὸ σημείου ἐπὶ σημεῖον ἐν μυριάσιν ἐτῶν δυοκαίδεκα. ὁ δὲ τῆς σελήνης περιέρχεται ἀπὸ ζωιδίου ἐπὶ ζώιδιον κατὰ μῆνα ἕκαστον, ὁ δὲ ἥλιος ἐν τξεʹ ἡμέραις καὶ λεπτῶι, ὃς δὴ χρόνος καλεῖται ἐνιαυτὸς ἡλιακός. ὁμοίως δὲ καὶ ὁ τῆς Ἀφρο‐ δίτης καὶ 〈ὁ〉 τοῦ Ἑρμοῦ τῶι ἡλίωι δι’ ἐνιαυτοῦ ἀπὸ ζωιδίου ἐπὶ | |
15 | ζώιδιον παραγίνονται· σχεδὸν γὰρ ἰσοταχεῖς εἰσιν. διὸ καὶ διάφω‐ νος αὐτῶν ἡ τάξις. τούτων δὴ τῶν διαστημάτων τῶν [φθόγγων] ἀπὸ τῶν κατωτάτω τόπων μέχρι τοῦ ζωιδιακοῦ γίνεται διά‐ | |
στημα συμφωνίας τῆς παρὰ τοῖς μουσικοῖς λεγομένης διὰ πασῶν. Χαλδαῖοι δὲ περιεργότατοι γενόμενοι ἐτόλμησαν τοῦ ἡλίου | 44 | |
20 | τὸν δρόμον καὶ τὰς ὥρας διορίσασθαι· τὴν γὰρ ἐν ταῖς ἰσημε‐ ρίαις ὥραν αὐτοῦ, καθ’ ἣν ἴσως διέρχεται τὸν πόλον, εἰς τριά‐ κοντα ὅρους μερίζουσιν, ὥστε τὸ τριακοστὸν μέρος τῆς ὥρας τῆς ἐν τῆι ἰσημερινῆι ἡμέραι ὅρον λέγεσθαι τοῦ δρόμου τοῦ ἡλίου. λέγουσι δὲ πάλιν ἀνδρὸς πορείαν μήτε τρέχοντος μήτε ἠρέμα | |
25 | βαδίζοντος μήτε γέροντος μήτε παιδὸς τὴν πορείαν εἶναι τοῦ ἡλίου καὶ τριάκοντα σταδίων καθαρῶν εἶναι. ἐπειδὴ δὲ εἴπομεν (p. 44) καθυποβεβηκέναι τοὺς ἀστέρας τοὺς πλάνητας τῶν ἐπάνω, τὴν ἀνωτάτω ζώνην ἔχοντος τοῦ Κρόνου, τὴν δὲ μετὰ ταῦτα τοῦ Διός, τὴν δὲ τρίτην τοῦ Ἄρεος καὶ | |
30 | καθεξῆς τῶν ἄλλων, ἴσως ἂν ζητήσειέ τις, πῶς φαμεν, εἰ οὕτω τύχοι, Κρόνον καὶ ἥλιον ἐν Κριῶι εἶναι ἢ σελήνην καὶ Δία ἐν Ταύρωι ἢ ἄλλων τινῶν ἀστέρων σύνοδον, ὁπότε μή εἰσιν ἐν τῶι αὐτῶι ὕψει φερόμενοι. λεκτέον δέ, ὅτι ὑπ’ ἀλλήλους ὄντες τότε συνόδους ποιοῦσιν, ὅταν κατὰ κάθετον ἀλλήλων γίνωνται. | |
35 | εἰδέναι δὲ χρή, ὡς οἱ ἀστρονόμοι διδόασι ζώνας τῶν πλανή‐ των ἀστέρων, ὁ δὲ Πλάτων σφαίρας εἶναι λέγει (Tim p. 38 C) μίαν ὑπὸ τὴν μίαν ἑκάστωι. ὁ δὲ Ἄρατος περὶ τῶν πέντε λέ‐ γειν παραιτησάμενος (v. 460, Ecl VIII) μετὰ τὴν τῶν Φαινομέ‐ νων δεῖξιν περὶ ἡλίου καὶ σελήνης λέγει (v. 733 sqq.) | |
40 | τῶν δὲ ἀστέρων οἱ μὲν ἀπλανεῖς ἐναρήρασι τῶι οὐρανῶι (cf Ar v. 453) καί εἰσιν ἀκίνητοι κατὰ τὸν ἴδιον λόγον, συμπερι‐ φέρονται δὲ τῆι ῥύμηι τοῦ οὐρανοῦ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως δύνοντες καὶ ἀνατέλλοντες (διὸ καὶ ἀπλανεῖς ἐκλήθη‐ σαν), ἄλλοι δέ εἰσιν ἑπτὰ ἀστέρες κατωτέρω τοῦ οὐρανοῦ ἐν | |
45 | τῶι αἰθέρι καὶ ἰδίως καὶ μετὰ τοῦ οὐρανοῦ κινούμενοι, οἵτινες τῶι ἰδίαν κίνησιν ἔχειν καὶ μὴ 〈ἐν〉αρηρέναι τῶι οὐρανῶι, ἀλλ’ ἐν τῶι αἰθέρι φέρεσθαι οὔτε κατὰ τὰ αὐτὰ οὔτε ὡσαύτως ἀνα‐ τέλλουσι (διὸ πρὸς σύγκρισιν τῶν ἀπλανῶν πλάνητες λέγονται). οἱ δὲ Πυθαγόρειοι οὐ μόνον τοὺς πλάνητας ἰδίαν κίνησιν ἔχειν | |
18(50) | φασίν, ἀλλὰ καὶ τοὺς ἀπλανεῖς, οὕτω μέντοι κινεῖσθαι ὡς τρύ‐ πανον περιδινούμενον περὶ τὸν αὐτὸν τόπον. ἐκλείπειν δὲ ἕκαστος τότε τῶν ἀστέρων δοκεῖ, ὅταν προσγειότερος αὐτοῦ κατὰ κάθετον γενόμενος ἐπισκιάσηι τὴν αὐγὴν τοῦ ἡλίου. | 45 |
19(t) | Περὶ ἡλίου. | |
1 | Πολλοὶ τῶν ἐπιφανεστέρων περὶ ἡλίου καὶ σελήνης ἐπραγ‐ ματεύσαντο, ἰδίαι δὲ καὶ περὶ τῶν πέντε. διὸ καὶ Ἄρατος ἰδίως μὲν περὶ ἡλίου καὶ σελήνης πρὸς τῶι τέλει τῆς ποιήσεως εἶπεν (v. 733 sqq.), ἰδίαι δὲ περὶ τῶν πέντε ἐν τῶι ἐπιγραφο‐ | |
5 | μένωι Κανόνι (fr IV c). τὴν δὲ οὐσίαν τοῦ ἡλίου Πλάτων περι‐ έργως ἐκ πυρὸς εἶναί φησι (Tim p. 39 B), τινὲς δὲ τῶν φυσικῶν (c. 11, cf Xenophanes p. 165 K.) ἐξ ἀναθυμιάσεως γῆς καὶ νεφῶν αὐτὸν εἶναι. Ἀναξαγόρας μύδρον αὐτὸν εἶπε (fr 24 Schaub), Φιλόλαος δὲ (p. 127 B.) τὸ πυρῶδες καὶ διαυγὲς λαμβάνοντα | |
10 | ἄνωθεν ἀπὸ τοῦ αἰθερίου πυρὸς πρὸς ἡμᾶς πέμπειν τὴν αὐγὴν διά τινων ἀραιωμάτων, ὥστε κατ’ αὐτὸν τρισσὸν εἶναι τὸν ἥλιον, τὸ μὲν ἀπὸ τοῦ αἰθερίου πυρός, τὸ δὲ ἀπ’ ἐκείνου πεμπόμενον ἐπὶ τὸν ὑελοειδῆ ὑπ’ αὐτοῦ λεγόμενον ἥλιον, τὸ δὲ ἀπὸ τοῦ τοιούτου ἡλίου πρὸς ἡμᾶς πεμπόμενον. Ἐπίκουρος δὲ κισηρο‐ | |
15 | ειδῆ αὐτὸν ἔφη (p. 229 Us) ἐκ πυρὸς διὰ τρημάτων τινῶν τὸ φῶς ἐκπέμποντα. τινὲς δέ, ὧν ἐστι καὶ Ἀναξίμανδρος, φασὶ πέμπειν αὐτὸν τὸ φῶς σχῆμα ἔχοντα τροχοῦ· ὥσπερ γὰρ ἐν τῶι τροχῶι κοίλη ἐστὶν ἡ πλήμνη, ἔχει δὲ ἀπ’ αὐτῆς ἀνατεταμένας τὰς κνημῖδας πρὸς τὴν ἔξωθεν τῆς ἁψῖδος περιφοράν, οὕτω καὶ | |
20 | αὐτὸν ἀπὸ κοίλου τὸ φῶς ἐκπέμποντα τὴν ἀνάτασιν τῶν ἀκτί‐ νων ποιεῖσθαι καὶ ἔξωθεν αὐτὰς κύκλωι φωτίζειν. τινὲς δὲ ὡς ἀπὸ σάλπιγγος ἐκ κοίλου τόπου καὶ στενοῦ ἐκπέμπειν αὐ‐ τὸν τὸ φῶς ὥσπερ πρηστῆρα. σχῆμα δὲ αὐτοῦ οἳ μὲν (Anaxi‐ menes) δισκοειδές, Ἡράκλειτος δὲ σκαφοειδές, Στωϊκοὶ δὲ σφαι‐ | |
25 | ροειδὲς εἶναι λέγουσιν. πολλοῖς δὲ περὶ τούτου πραγματεῖαι γεγόνασιν, ὥσπερ Θρασύλλωι καὶ Ἀδράστωι τῶι ἀπὸ τοῦ Περι‐ πάτου τῶι Ἀφροδισιεῖ. | |
ἐκλείπει δέ, ὡς μέν τινές φασιν, ἔμπροσθεν αὐτοῦ τῆς σελήνης κατὰ κάθετον αὐτοῦ γιγνομένης, ὃ καὶ μᾶλλον πιθα‐ | 46 | |
30 | νόν· προσγειοτέρα γὰρ αὐτοῦ ἐστιν ἡ σελήνη καὶ κατωτέρα τοῦ ἡλίου· οὕτω γὰρ καὶ ὁ Ἄρατος (v. 865, 4, Ecl XVI): ‘ἱστα‐ μένη γαίης τε καὶ ἠελίοιο—κατ’ ἰθύ.‘ οὐκ ἐκλείπει δὲ ὁ ἥλιος, ἀλλ’ ἡμῖν δοκεῖ· κατὰ κάθετον γὰρ ἡ σελήνη γενομένη τῶι ἡλίωι καὶ τῆι γῆι ἀνείργει τὰς πρὸς ἡμᾶς τοὺς ἐπὶ γῆς αὐγὰς αὐτοῦ. | |
35 | καὶ ἡμῖν οὕτω φαίνεται κατωτέρω σελήνης οὖσιν. οὐχ ὅλου δέ, ἀλλὰ μέρους ἔκλειψις γίνεται· οὐ γὰρ δυνατὸν ἐλάττονα οὖσαν τὴν σελήνην πολὺ ὅλον ἀποκρύπτειν τὸν ἥλιον. διὸ οὐ παρὰ πᾶσιν ἀνθρώποις ἅμα ἔκλειψιν δοκεῖν, ἀλλὰ παρ’ ἑτέροις ἄλ‐ λοτε, οἷον ἐν Συήνηι καὶ Ἀλεξανδρείαι καὶ Ἐλεφαντίνηι ἅμα | |
40 | ἐκλείπειν· τοῦ γὰρ αὐτοῦ κλίματος δοκεῖ ταῦτα τὰ χωρία εἶναι. ἐπραγματεύσαντο δὲ πολλοὶ περὶ ἐκλείψεων ἡλίου κατὰ τὰ ἑπτὰ κλίματα, ὥσπερ Ὠρίων Ἀπολλινάριος Πτολεμαῖος Ἵππαρχος. κλίματα δὲ εἴρηται διὰ τὸ τὴν γῆν μὴ εἶναι ὁμαλήν, ἀλλ’ ἔχειν οἷον ἐγκλίματά τινα ὑψηλοτέρων ὄντων καὶ ταπεινοτέρων τῶν | |
45 | μερῶν αὐτῆς καὶ τὰς οἰκήσεις τῶν ἐθνῶν ἄλλας ἀλλαχοῦ εἶναι. ἐνιαυτὸς δὲ ἡλίου εἴρηται, ἐπεὶ ἔχει τὰς πάσας ὥρας ἐν ἑαυ‐ τῶι τέσσαρας κατὰ τὸν Εὐριπίδην (fr 862) ‘ὁθούνεκα ἐν αὑτῶι πάντα συλλαβὼν ἔχει‘. λέγεται δὲ ἐνιαυτὸς ἡ ἀπὸ ζωιδίου ἐπὶ ζώιδιον ἀποκατάστασις αὐτοῦ ἐν ἡμέραις τξεʹ καὶ ἐλαχίστωι | |
19(50) | μορίωι. ἀπὸ δὲ σημείου ἐπὶ σημεῖον ἀποκαθίσταται ἐν ὀκταετη‐ ρίδι, εἴγε γνήσιόν ἐστι τὸ σύγγραμμα (Ἐρατοσθένης γὰρ ἀντέ‐ γραψεν δεικνύς, ὡς οὐκ εἴη Εὐδόξου), κατὰ δέ τινας ἐν 〈ἓξ καὶ〉 ἑβδομήκοντα ἔτεσιν (ἧς δόξης ἐστὶ καὶ Κάλλιππος), κατὰ δὲ Μέτωνα δι’ ἐννεακαιδεκαετηρίδος. ταύτηι κατηκολούθησεν Ἄρα‐ | |
55 | τος· φησὶ γάρ (v. 752—755, Ecl XIV): συναγείρεται ἤδη ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο, ὅσσα τ’ ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος. | 47 |
20(t) | Περὶ μεγέθους ἡλίου. | |
1 | Μέγεθος ἡλίου μεῖζον γῆς φασιν. καὶ οἳ μὲν ποδιαῖον, οἳ δὲ ὀκταπλασίονα, οἳ δὲ ἐννεακαιδεκαπλασίον〈α〉, φέρεσθαι δὲ αὐ‐ τὸν τὴν ἐναντίαν τοῖς ἀπλανέσι φορὰν κατὰ τὴν ἰδίαν κίνησιν ἀπὸ δυσμῶν ἐπ’ ἀνατολάς, ἄγεσθαι δὲ ὑπὸ τῆς ἀπλανοῦς ἀπὸ | |
5 | τῶν ἀνατολικῶν μερῶν ἐπὶ τὰ δυτικὰ κατὰ τὸν Εὐριπίδην λέ‐ γοντα (fr 861): δείξας γὰρ ἄστρων τὴν ἐναντίαν ὁδόν δόμους τ’ ἔσωσα καὶ τύραννος ἱζόμην. Ἀτρεὺς γὰρ εὗρε τῶν πλανήτων τὴν ἐναντίαν φοράν, ὥσπερ | |
10 | καὶ ἡλίου ἀπὸ ἀνατολῶν κυλιομένου καὶ φερομένου εἰς δυσμάς· ὥσπερ γάρ, εἰ τύχοι μύρμηξ ἐπὶ τῆς ἔξωθεν περιφερείας ἕρπων ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς τὴν ἐναντίαν τῶι τροχῶι ποιούμενος πορείαν, συμβήσεται αὐτὸν ὑπὸ μὲν τῆς τοῦ τροχοῦ περιδινήσεως ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς ἄγεσθαι, ὑπὸ δὲ τῆς | |
15 | ἰδίας κινήσεως ἀπὸ δυσμῶν ἐπ’ ἀνατολάς, ἡμῖν δὲ δυσκατά‐ ληπτον εἶναι τὴν ἰδίαν αὐτοῦ κίνησιν, ἅτε δὴ μικρὰν οὖσαν (διὸ καὶ παρατρέχει ἡμῶν τὴν ὄψιν ἡ τοῦ μύρμηκος ὀξυτέρας οὔσης τῆς τροχοῦ), τὸν αὐτὸν τρόπον νόει καὶ ἐπὶ ἡλίου· ἔστω γὰρ τροχὸς ὁ οὐρανὸς, ὁ δὲ μύρμηξ ἀντὶ ἡλίου. τὴν δὲ δεῖξιν | |
20 | ταύτην ἐπ’ αὐτῆς τῆς σφαίρας ἔστιν ἰδεῖν· ἐὰν γὰρ ὑποθώ‐ μεθα πρῶτον ἀνατέλλειν Κριὸν καὶ τὸν ἥλιον ἐν τούτωι εἶναι ἐπὶ ἡμέρας λʹ τὴν μετάβασιν αὐτοῦ ἀπὸ τοῦ Κριοῦ εὑρίσκομεν εἰς τὸν Ταῦρον γινομένην (ὃ δ’ ἐστὶ μετὰ τὸν Κριόν). ἀπὸ τῶν δυτικῶν ἄρα μερῶν ἐπὶ τὰ ἀνατολικά, ἀλλ’ οὐχὶ ἀνάπαλιν ἀπὸ | |
25 | τῶν ἀνατολικῶν ἐπὶ τὰ δυτικὰ εὑρίσκομεν φερόμενον αὐτόν. δῆλον οὖν· κινεῖται καὶ φέρεται κατὰ τὴν ἰδίαν κίνησιν ἀπὸ τῶν δυ‐ | |
τικῶν ἐπὶ τὰ ἀνατολικά. | 48 | |
21(t) | Περὶ σελήνης. | |
1 | Τινὲς οὐδὲ ὅλως βούλονται εἶναι σελήνην. ἄλλοι δὲ αὐτὴν ἐξ ἀναθυμιάσεως γῆς εἶναι λέγουσιν, ἕτεροι δὲ ἐκ πυρός, ἄλλοι καὶ ἀέρος, ἄλλοι ἐκ τῶν τεσσάρων στοιχείων, ἕτεροι δὲ γῆν πε‐ πυρωμένην στερέμνιον ἔχουσαν πῦρ, εἶναι δὲ ἐπ’ αὐτῆς οἴκησιν | |
5 | ἄλλην ποταμούς τε καὶ ὅσα ἐπὶ γῆς, καὶ τὸν λέοντα τὸν Νε‐ μεαῖον ἐκεῖθεν πεσεῖν μυθολογοῦσιν. Ἐμπεδοκλῆς δὲ (v. 154 St, cf c. 16) ἀπόσπασμα αὐτήν φησιν ἡλίου. σχῆμα δὲ αὐτῆς οἳ μὲν σφαιροειδές, οἳ δὲ δισκοειδές. κατὰ μῆνα δὲ ἐκλείπει, ὡς μὲν Ἡράκλειτός φησιν, ὁμοίως τῶι ἡλίωι τοῦ φωτοειδοῦς [σχήματος] | |
10 | ἀναστραφέντος, ἄλλοι δὲ τοῦ στομίου τοῦ τροχοειδοῦς, δι’ οὗ ἐκπέμπεται τὸ φῶς, ἀποφραχθέντος, ὡς δὲ ἄλλοι, ὅταν περὶ τὸ κωνοειδὲς τῆς γῆς γένηται δύνουσα, ὡς δὲ οἱ πολλοί, κατὰ διάμετρον γενομένη ἡλίωι. γίνεται δὲ κατὰ μῆνα ἕκαστον. γέννα δὲ σελήνης καὶ ἀνατολὴ διαφέρει· μετὰ γὰρ τρεῖς ἢ τέσσαρας | |
15 | τοῦ γεννηθῆναι ἡμέρας φαίνεται καὶ οὐχ ἅμα τῶι γεννηθῆναι. ἀνατέλλει δὲ οὐχ ὅλον τὸ φῶς ἔχουσα περιφερές, ἀλλὰ μηνοει‐ δής. μέχρι δὲ τοῦ ἡμίσεος αὐξηθεῖσα γίνεται διχότομος. ἐὰν δὲ τὸ δίμοιρον περιφωτισθῆι, καλεῖται ἀμφίκυρτος. πληρωθεῖσα δὲ γίνεται πληροσέληνος καὶ πανσέληνος καὶ διχόμηνις (πεντε‐ | |
20 | καιδεκαταία γάρ ἐστιν, ὅτε πληροῦται, ὅ ἐστιν ἥμισυ μηνὸς διχαζομένων τῶν λʹ ἡμερῶν), καὶ πάλιν αὖ ἀπὸ τῆς πανσελήνου ἄρχεται μειοῦσθαι καὶ γίνεται πρῶτον ἀμφίκυρτος, εἶτα διχό‐ μηνις, εἶτα μηνοειδής. ἄξιον δὲ ζητῆσαι, τί δήποτε ἐπὶ τοῦ φωτὸς τῆς σελήνης | |
25 | ταῦτα τὰ σχήματα γίνεται. πρὸς δὴ τοῦτο οἳ μὲν λέγουσι περὶ τὸν κῶνον αὐτὴν γινομένην τῆς γῆς τοῦτο πάσχειν· ὥσπερ γάρ, εἴ τις εἰς ὄρος ἀναβαίη καὶ ἐπὶ ἄκρου αὐτοῦ σταίη, ὅλος φαί‐ νεται τοῖς ἄποθεν οὖσι, κατιὼν δὲ ἐπὶ τὸ ἕτερον μέρος τοῖς κατόπιν αὐτοῦ οὐκ ἔτι ὅλος φαίνεται, ἀλλὰ παρὰ τοὺς πόδας | |
30 | ἐφάνη ἐκεῖ ἢ ἔτι μᾶλλον κατιὼν κατὰ βραχὺ (τὰ γὰρ ἀπὸ τῶν χειρῶν μέχρις ἄνω ‘κατὰ βραχύ‘ λέγει), ἕως οὗ ὅλος ἀφανὴς γέ‐ | |
νηται, οὕτω φησὶ καὶ τὴν σελήνην ποτὲ μὲν πλήρη φαίνεσθαι, ποτὲ δὲ ἐκ μέρους περὶ τὸν κῶνον γενομένην τῆς γῆς, οὐχὶ μειουμένην αὐτήν, ἀλλ’ ἡμῖν οὕτω φαινομένην. οἱ δὲ λέγοντες | 49 | |
35 | αὐτὴν κατόπτρωι παραπλησίαν εἶναι ἐκλείψεις λέγουσι γίνεσθαι αὐτῆς, αἳ τοῦ ποτε μὲν πλήρη φαίνεσθαι αὐτὴν αἴτιαι γίνονται, ποτὲ δὲ ἐνδεᾶ τοῦ φωτίζεσθαι· ὥσπερ γὰρ εἰ κάτοπτρον λαβών τις ἐθέλοι τὴν ἀπ’ αὐτοῦ ἀντανάκλασιν τοῦ εἰδώλου θεάσασθαι, ἐξ ἐναντίας τοῦ προσώπου αὑτοῦ τὴν θέσιν τοῦ κατόπτρου | |
40 | ποιήσεται (τοῦτο γὰρ ποιήσας ὅλον τὸ πρόσωπον αὑτοῦ θεά‐ σεται ἐν τῶι κατόπτρωι), εἰ δὲ πλαγιάσειε τὸ κάτοπτρον, πρὸς τὸν πλαγιασμὸν καὶ τὴν ἔγκλισιν τοῦ κατόπτρου ἢ τὸ δίμοιρον ἢ τὸ ἥμισυ ἢ βραχύ τι μέρος τούτου θεάσεται ἀντανακλώμενον [τοῦ προσώπου αὐτοῦ] τοῦ κατόπτρου ἐγκλινομένου, οὕτω καὶ | |
45 | ἐπὶ τῆς σελήνης. ταύτηι τῆι δόξηι ἔοικεν Ἄρατος ἀκολουθεῖν· φησὶ γάρ (v. 738, Ecl XIII) ‘αἰεὶ δ’ ἄλλοθεν ἄλλα παρεκκλίνουσα πρόσωπα‘ τὸ τοῦ κατόπτρου παράδειγμα αἰνιττόμενος. προείρη‐ ται δὲ ὁ κόσμος σφαίρας ἔχειν σχῆμα ἔξωθεν μὲν κυκλοτερῶς περικείμενον ἔχων τὸν οὐρανόν, μεσαιτάτην δὲ τὴν γῆν κέντρου καὶ | |
21(50) | σημείου τάξιν ἐπέχουσαν, μεταξὺ δὲ αὐτῆς καὶ οὐρανοῦ αἰθέρα τε αὐτὸν εἶναι καὶ ἀέρα καὶ ὕδωρ σφαιρικῶς ὑπ’ ἀλλήλων ἐχόμενα. κόσμον δὲ τὴν τῶν ὅλων σύστασιν παρὰ τὴν διακόσμη‐ σιν καὶ εὐταξίαν ἐκάλεσαν οἱ παλαιοί, ὡς καὶ Ὅμηρος (Il II 554) ‘κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτασ‘ καὶ πάλιν ‘αὐτὰρ | |
55 | ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι‘ (Il III 1) τὴν εὐταξίαν λέγων. αἰθὴρ δὲ λέγεται ἀπὸ τοῦ αἴθεσθαι (πυρώδης γάρ ἐστιν) ἢ ἀπὸ τοῦ ἀεὶ θεῖν καὶ ὁρμᾶν, ἐπειδὴ ἀεὶ περιφέρεται, ἀὴρ δὲ ἀπὸ τοῦ ἄειν (ἄειν γὰρ τὸ πνεῖν), οὐρανὸς δὲ διὰ τί, προείρηται (c. 5). | |
60 | ζητοῦσι δέ τινες, εἰ πυρώδεις εἰσὶν οἱ ἀστέρες, πῶς οὐ καίειν ἡμᾶς φαίνονται. λέγομεν οὖν, ὥς εἰσι μὲν ὑπὲρ γῆς, καταυγάζονται δὲ ὑπὸ τοῦ ἡλίου καὶ ἀμαυροῦνται. ἐν γοῦν ἐκ‐ λείψεσι τοῦ ἡλίου πολλάκις ἀστέρες ὤφθησαν ἐν ἡμέραι. καὶ πάλιν ζητεῖται, εἰ ἐμπεπήγασι τῶι οὐρανῶι οἱ ἀστέρες, | |
65 | πῶς ὁρῶμεν ἐνίοτε νυκτὸς καὶ ἡμέρας καταφερομένους ἀστέρας. | |
φαμὲν δέ, ὅτι οὐκ αὐτοὶ καταπίπτουσιν, ἀλλὰ φῶς τι ἐξ αὐ‐ τῶν ἀπορρεῖ, καί, ὥσπερ οἱ ἄνθρακες ῥιπιζόμενοι ἢ κινούμενοι λαμπρότεροι γίνονται καὶ σπινθῆρας ἀποπέμπουσι, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀστέρες ποτὲ μὲν ἀμυδροὶ ποτὲ δὲ φαιδροὶ γί‐ | 50 | |
70 | νονται, ἔσθ’ ὅτε δὲ καὶ φῶς ἐξ αὑτῶν ἐκπέμπουσιν. σχήματος τοίνυν σφαιρικοῦ περὶ τὸν κόσμον ὄντος καὶ τῆς γῆς ἐν μέσωι κέντρου τάξιν ἐπεχούσης ὁ ἀπὸ τῆς περιφερείας τῆς σφαίρας διὰ τοῦ κέντρου αὐτῆς διήκων ἐπὶ τὴν περιφέρειαν ἄξων κα‐ λεῖται, περὶ ὃν στρέφεται ἡ σφαῖρα, ἤτοι ἀφ’ ἑαυτῆς ἢ ὑφ’ ἑτέ‐ | |
75 | ρου κινουμένη· ἀμφοτέραις γὰρ ταῖς δόξαις ὁ Πλάτων ἐν τῶι Πολιτικῶι κέχρηται (p. 269 C). ἰστέον δέ, ὅτι ἐξωμάλισαν ἄστρου καὶ ἀστέρος τὴν διαφορὰν οἱ ποιηταί· τοὺς γὰρ πλάνητάς ποτε μὲν ἄστρα ποτὲ δὲ ἀστέ‐ ρας ὀνομάζουσιν· ὡσαύτως δὲ καὶ τὸν Σείριον ἀστέρα ὄντα | |
80 | ἄστρον ὀνομάζουσιν (Alcaeus fr 39). σαφὲς δὲ ποιήσει Πίνδα‐ ρος ἄστρον τὸν ἥλιον καλῶν διὰ τούτων (Ol I 3—6): ‘εἰ δ’ ἄεθλα γαρύεν Ἔλδεαι, φίλον ἦτορ, Μηκέτ’ ἀελίου σκόπει Ἄλλο θαλ‐ πνότερον ἐν ἁμέραι φαεννὸν ἄστρον ἐρήμας δι’ αἰθέρος.‘ μή‐ ποτ’ οὖν πρὸς τοὺς ἀπλανεῖς 〈διὰ τὴν〉 τοῦ φωτὸς αὐτῶν | |
85 | ὑπεροχὴν ἄστρα αὐτοὺς καλοῦσιν. | |
22(t) | Περὶ κύκλων καὶ ὅτι ιαʹ. | |
1 | Κύκλοι δέ εἰσιν ιαʹ, ἔξωθεν μὲν τῆς σφαίρας δύο μέγιστοι, ὅ τε ὁρίζων καὶ ὁ μεσημβρινός, λοξοὶ δὲ δύο μέγιστοι καὶ τοῖς προτέροις ἴσοι, ὁ ζωιδιακὸς καὶ ὁ γαλαξίας, κόλουροι δὲ δύο καὶ αὐτοὶ μέγιστοι, παράλληλοι δὲ πέντε, ὧν ὁ μέσος κατὰ μέ‐ | |
5 | γεθος ἴσος τοῖς προειρημένοις. ὥσθ’ ὅ τε ὁρίζων καὶ ὁ μεσημ‐ βρινὸς ἴσοι εἰσί, διότι διὰ τοῦ κέντρου τέμνουσι τὴν σφαῖραν. ῥητέον δὲ περὶ ἑκάστου. λέγεται δὲ ὁρίζων, διότι ὁρίζει τὸ ὑπὸ γῆν καὶ ὑπὲρ γῆν ἡμισφαίριον· περὶ γὰρ τὴν σφαῖραν ἔξωθεν ὢν τάξιν ἔχει τοῦ Ὠκεανοῦ, ὃς ἔξωθεν περικλύζει τὴν | |
10 | γῆν, ἀφ’ οὗ ἀνατέλλειν καὶ εἰς ὃν δύνειν δοκεῖ τὰ ἄστρα. ὅθεν | |
καὶ Νεοπτόλεμος ὁ Παριανὸς ἐν τῆι Τριχθονίαι φησὶν (Meineke Anal Al p. 357) ‘τῶι πᾶσα περίρρυτος ἐνδέδεται χθών.‘ ὅθεν καὶ Ἄρατος Ὠκεανὸν αὐτὸν καλεῖ διά τε ἄλλων καὶ τούτων (v. 537—9, Ecl XI 2): | 51 | |
15 | αὐτὰρ ὅ γ’ Ὠκεανοῦ τόσσον παραμείβεται ὕδωρ, ὅσσον ἀπ’ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα Καρκίνον εἰς ἀνιόντα—. εἰκὸς δὲ αὐτὸν ἐξ Ὁμήρου τὴν ἀφορμὴν ἔχειν λέγοντος (Il VIII 485, 6): | |
20 | ἐν δ’ ἔπες’ Ὠκεανῶι λαμπρὸν φάος ἠελίοιο ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν καὶ (Od III 1 al) ‘Ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην.‘ φιλόσοφοι δὲ καὶ γεωμέτραι ὁρίζοντα αὐτὸν καλοῦσιν. οἶδε δὲ Ἄρατος αὐτὸν διορίζοντα τὰ δύο ἡμισφαίρια· φησὶ γάρ (v. 61,2, | |
25 | Ecl V 2): ‘ἧιχί περ—Μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἠελίοιο.‘ τὸν δὲ ὁρίζοντα καὶ μεσημβρινὸν ἐντὸς εἶναι τῆς σφαίρας τῶν ὅλων νοητέον (οὐδὲν γὰρ τῶν ὄντων αὐτῆς ἐστιν ἐκτός), ὑπὲρ δὲ τοῦ παρακολουθῆσαι ἡμᾶς ἐκτὸς εἶναι λέγονται [εἰς τὸ ἐντὸς τῆς σφαίρας πέρας]. ὁ δὲ μεσημβρινὸς παρελήφθη, ἵνα τὰ ἀπὸ | |
30 | τῆς ἀνατολῆς μέχρι τῆς δύσεως δεικνύηι καὶ ἵνα μάθωμεν, ὅτι κατὰ τοῦτον γινόμενος ὁ ἥλιος καὶ τὰ λοιπὰ ἄστρα ὑπὲρ γῆς μεσουρανεῖ. καὶ ὁ χρόνος οὗτός ἐστι μεσημβρία, μεσημερία τις οὖσα. τοὺς δὲ λοξοὺς οἳ μὲν αἰσθητούς, οἳ δὲ πλείους τὸν γα‐ λαξίαν μόνον εἶναι βούλονται, τοὺς δὲ λοιποὺς πάντας νοητούς. | |
23(t) | Πόσον τὸ πλάτος τοῦ ζωιδιακοῦ. | |
1 | Ὁ δὲ ζωιδιακὸς λοξὸς ὢν περιφέρειαν ἔχει μεγίστην διὰ τοῦ κέντρου τῆς σφαίρας τὴν περιγραφὴν ἔχων. πλάτος δὲ ἔχει τῆς θέσεως τὸ ἀπὸ Αἰγόκερω μέχρι Καρκίνου διάστημα. τοῦτο τὸ πλάτος δηλῶσαι βουλόμενος Ἄρατός φησιν (v. 537—9, | |
5 | Ecl XI 1): αὐτὰρ ό γ’ Ὠκεανοῦ τόσσον παραμείβεται ὕδωρ, ὅσσον ἀπ’ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα Καρκίνον εἰς ἀνιόντα—. δοκοῦσι δὲ δι’ αὐτοῦ φέρεσθαι οἱ ἑπτὰ πλάνητες ἐπὶ τριῶν | |
10 | γραμμῶν. δείκνυται δὲ ἐπὶ τῆς σφαίρας, ἵνα νοῶμεν τὸ πλά‐ τος τῆς πορείας τῶν πλανήτων καὶ ἡλίου καὶ σελήνης, ἐπειδὴ οἱ πέντε μὴ ἐπὶ μιᾶς γραμμῆς ποιοῦνται τὴν περιφοράν. τί οὖν δήποτε οὐ δύο κύκλοι ἀλλὰ τρεῖς ἐσημειώσαντο ἐπὶ τῆς περι‐ φορᾶς τὸν ζωιδιακὸν κύκλον; διότι οἱ προειρημένοι πέντε ἀστέ‐ | 52 |
15 | ρες τὸ μεταξὺ τῶν δύο κύκλων πλάτος περιφέρονται, ὁ δὲ ἥλιος οὐ τοσοῦτον παραβαίνει ἐπὶ τὰ δεξιὰ καὶ εὐώνυμα, ὅσον οἱ πέντε, ἀλλὰ τῶν τριῶν τούτων κύκλων τῶν τὸ πλάτος τοῦ ζωι‐ διακοῦ δεικνύντων ἡμῖν κατὰ τὸν μέσον ὁ ἥλιος φέρεται. διὸ καὶ ἡλιακὸς ὑπὸ τῶν ταῦτα δεινῶν προσηγόρευται καὶ ἐκλειπ‐ | |
20 | τικός, ἐπειδὴ ἐν αὐτῶι αἱ ἡλιακαὶ ἐκλείψεις γίνονται. τὸν δὲ προειρημένον πλατὺν κύκλον ζωιδιακὸν καλοῦμεν ἀπὸ τῶν ἐν αὐτῶι ιβʹ ζωιδίων, ἅ ἐστι Κριὸς Ταῦρος Δίδυμοι Καρκίνος Λέων Παρθένος Ζυγὸς Σκορπίος Τοξότης Αἰγόκερως Ὑδροχόος Ἰχθύες. καλεῖται δὲ καὶ εἴδωλα, ὡς καὶ Ἄρατος (v. 455, Ecl | |
25 | VIII 2) ‘ἔμπαλιν εἰδώλοις δυοκαίδεκα δινεύονται.‘ ἄξιον δὲ ζητῆσαι, τί δήποτε τῆς Κασσιεπείας καὶ Ἀνδρο‐ μέδας καὶ τῶν ἄλλων εἰδώλων ἐξ ἀστέρων συγκειμένων τὰ ιβʹ μόνον ζώιδια, τὰ δὲ λοιπὰ ἄστρα καλεῖται. μήποτε οὖν ἀπὸ τῶν πλεοναζόντων ἐν τῶι κύκλωι ζώιων ζῶια λέγεται (ἔστι γὰρ | |
30 | ἐν τοῖς λοιποῖς ἄστροις, ἃ μή ἐστι ζώιδια, τουτέστι ζώιων εἴ‐ δωλα), ἢ πάλιν, ὅτι οἱ γενεσιαλόγοι τὰς γενέσεις τῶν ἀνθρώπων καὶ περὶ ζωῆς καὶ θανάτου πρὸς ταῦτα σκοποῦσι καὶ τοὺς περὶ αὐτὰ τὰ ζώιδια πλάνητας ἀστέρας, ἢ ὅτι περὶ τὸν κύκλον καὶ περὶ αὐτὰ οἱ ἑπτὰ πλάνητες περιφέρονται καὶ οὐχ ὑπερβάλ‐ | |
35 | λονται τὸν ζωιδιακὸν κύκλον; ζῶια δέ εἰσιν οἱ ἑπτὰ πλάνητες τῶι αὐτοκίνητοι εἶναι. ἐπειδὴ δι’ αὐτοῦ φέρονται οἱ ἑπτά, πλά‐ νητες, παρὰ τὴν ἄλην καὶ πλάνην. ἔστιν ὅτε τοῦτον τὸν κύ‐ κλον ἄλησιν ὀνομάζουσιν ἡλίου, ὡς καὶ Ἄρατος (v. 319, 20, Ecl VII 3): | |
40 | καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο μεσσηγὺς κέχυται. ἔχει δὲ οὗτος ὁ κύκλος μέγεθος μέγιστον, ἀεὶ δὲ τὸ ἥμισυ ὑπὸ γῆν ἔχει. διὸ καὶ ἓξ ὑπὲρ γῆν ἀεὶ ἐν ἡμέραι ἐστὶ καὶ ἓξ | |
ὑπὸ γῆν ἐν νυκτί. ἐπισημαίνεται δὲ τοῦτο Ἄρατος λέγων | 53 | |
45 | (v. 555, Ecl VII 3) ‘ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο·‘ δυω‐ δεκάδες γὰρ εἶπε τὰ δωδεκατημόρια τῶν ζωιδίων. μηδεὶς δὲ νῦν ὑποκρουέτω λέγων ‘εἰ καθ’ ἑκάστην ἡμέραν ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἴσα γίνεται ζώιδια, πῶς οὐκ ἴσαι εἰσὶν αἱ ἡμέραι ἀλ‐ λήλαις ἀεί‘; ἐροῦμεν γὰρ περὶ τούτου, ὅταν περὶ ἀνατολῆς | |
23(50) | ἑκάστου ζωιδίου λέγωμεν (c. 39). τούτου τοῦ κύκλου τοῦ ζωιδιακοῦ τὸ μὲν βορειότερον μέρος ἐφάπτεται τοῦ θερινοῦ προπικοῦ κατὰ Καρκίνον, τὸ δὲ νοτιώ‐ τερον τοῦ χειμερινοῦ τροπικοῦ κατὰ Αἰγόκερω, τοῦ δὲ μεσαι‐ τάτου τοῦ ἰσημερινοῦ κατὰ δύο μέρη καὶ δύο ζώιδια, κατά τε | |
55 | Κριὸν καὶ τὰς Χηλάς. καὶ δὴ τέμνει τὸν ἰσημερινὸν καὶ τέμ‐ νεται ὑπ’ αὐτοῦ. ὅτε τοίνυν ἐπὶ τὰ βορειότερα ἀπὸ τῶν νο‐ τιωτέρων ὑψοῦται ὁ ἥλιος, μέχρι Καρκίνου γίνεται (διὰ καὶ θερμὸς ἡμῖν ὑποπίπτει ἅτε πλησίον ἡμῶν ὤν) καὶ ἐπέκεινα Καρκίνου οὐχ ὑψοῦται ἀλλὰ προσιὼν πρέπεται ἐπὶ τὰ νότια, | |
60 | καὶ καλεῖται θερινὴ τροπὴ τὸ ἐν τῶι Καρκίνωι ὕψος τοῦ ἡλίου. βούλονται δὲ τροπὴν αὐτὸν ποιεῖσθαι οἳ μὲν περὶ τὰς ἀρχὰς, οἳ δὲ περὶ ὀγδόην μοῖραν, οἳ δὲ περὶ δωδεκάτην, οἳ δὲ περὶ πεντεκαιδεκάτην τοῦ Καρκίνου. κατιὼν δὲ ἐπὶ τὰ νότια ὁ ἥλιος, ἐπὰν κατὰ τοῦ ἰσημερινοῦ γένηται, τότε ἰσημερίαν ποιεῖ. ποιεῖ | |
65 | δὲ τοῦτο δὶς τοῦ ἐνιαυτοῦ, ἐπειδὴ καὶ δὶς ἐφάπτεται τοῦ ἰση‐ μερινοῦ. καὶ ἣ μέν ἐστιν ἐαρινή, ἣ δὲ μετοπωρινὴ ἰσημερία, ἐαρινὴ μὲν ἐν Κριῶι, ὅτε ἐφάπτεται τοῦ ἰσημερινοῦ κύκλου, μετοπωρινὴ δέ, ὅτε γίνεται ἐν Χηλαῖς πάλιν ἐφαπτόμενος τοῦ ἰσημερινοῦ. ἀπὸ δὲ Χηλῶν κάτεισι νοτιώτερος ἕως Αἰγόκερω. | |
70 | τότε δὲ ἐφάπτεται ὁ ζωιδιακὸς τοῦ χειμερινοῦ τροπικοῦ, καὶ ὁ ἥλιος πάλιν ἀπὸ τῶν ταπεινῶν ἐπὶ τὰ ὑψηλότερα τρέπεται, καὶ καλεῖται τροπὴ ἡλίου ἡ ἀπὸ ταπεινοτέρου ἐπὶ τὸ ὑψηλότερον πορεία. ποτὲ δὲ Αἰγύπτιοι ἀπὸ Καρκίνου ἐπὶ Αἰγόκερω τὸν ἥλιον κατιόντα ὁρῶντες καὶ ἐκ μακροτέρων σμικρύνοντα τὰς ἡμέ‐ | |
75 | ρας ἐπένθουν, εὐλαβούμενοι μὴ κατὰ βραχὺ καταλίπηι αὑτοὺς | |
ὁ ἥλιος. καὶ ἔστιν ὁ καιρὸς οὗτος τῶν καλουμένων παρ’ αὐ‐ τοῖς Ἰσίων. ἐπεὶ δὲ πάλιν ἀναβαίνειν ἤρξατο καὶ μακροτέρας ποιεῖν τὰς ἡμέρας, τηνικαῦτα λευχειμονήσαντες ἐστεφανηφόρη‐ σαν. οὗτος ὁ κύκλος εἰ διαιρεθείη εἰς ὀκτὼ μέρη, τέσσαρα μὲν | 54 | |
80 | ἕξει ὑπὲρ γῆν, τὰ δὲ ἕτερα τέσσαρα ὑπὸ γῆν. ὥστε ἴσον ἔχει ὑπὸ γῆν καὶ ἴσον ὑπὸ γῆν. τέμνει δὲ τὸν ἰσημερινὸν καὶ τέμ‐ νεται ὑπ’ αὐτοῦ. | |
24(t) | Περὶ τοῦ γαλαξίου. | |
1 | Ὁ δὲ γαλαξίας εἴρηται μὲν (c. 22) ὥς ἐστιν ὁρατὸς καὶ μόνος ἐπὶ τῆς σφαίρας αἰσθητός, τῶν ἄλλων ὄντων νοητῶν. περὶ δὲ τού‐ του φησὶν Ἐρατοσθένης ἐν τῶι Καταμερισμῶι μυθικώτερον τὸν γαλαξίαν κύκλον γεγονέναι ἐκ τοῦ τῆς Ἥρας γάλακτος· τοῦ γὰρ | |
5 | Ἡρακλέους ἔτι βρέφους ὄντος [καὶ] τὸν μαστὸν τῆς Ἥρας ἐπι‐ σπασαμένου σφοδρότερον ἐκείνην ἀντισπάσαι, καὶ οὔτω περιχυ‐ θέντος τοῦ γάλακτος κύκλον γενέσθαι παγέντος. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ Ἐρμοῦ λέγει γεγενῆσθαι Ἐρατοσθένης (‘Mercurii‘ fr lI pl 6 Hill), ὡς ἄρα ὁ Ἑρμῆς τοῦ μαστοῦ τῆς Ἥρας ἐπεσπά‐ | |
10 | σατο. ἄλλοι δὲ ἐκ τῆς συμβολῆς τῶν δύο ἡμισφαιρίων λέγουσιν αὐτὸν γεγονέναι. ἕτεροι δέ φασιν, ὧν ἐστιν καὶ Οἰνοπίδης ὁ Χῖος, ὅτι πρότερον διὰ τούτου ἐφέρετο ὁ ἥλιος, διὰ δὲ τὰ Θυέστεια δεῖπνα ἀπεστράφη καὶ τὴν ἐναντίαν τούτωι πεποίηται περιφοράν, ἣν νῦν περιγράφει ὁ ζωιδιακός. ἔστι δὲ μυθῶδες | |
15 | τοῦτο καὶ ψεῦδος· τί γὰρ ἐροῦσιν οἱ ταῦτα λέγοντες περὶ τῆς σελήνης καὶ τῶν πέντε ἀστέρων; οὐ γὰρ δὴ καὶ οὗτοι διὰ τὰ Θυέστεια δεῖπνα ἀπεστράφησαν. ἄλλοι δὲ (Democritus) ἐκ μικρῶν πάνυ καὶ πεπυκνωμένων καὶ ἡμῖν δοκούντων ἡνῶσθαι διὰ τὸ διάστημα τὸ ἀπὸ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν ἀστέρων αὐτὸν εἶναι | |
20 | φασιν, ὡς εἴ τις ἁλάσι λεπτοῖς καὶ πολλοῖς καταπάσειέ τι. μήποτε μέντοι ἄμεινον αὐτὸν λέγειν ἐκ νεφῶν ἢ πίλημά τι ἀέρος διαυγὲς εἶναι κύκλου σχῆμα ἔχον. μέμνηται δὲ αὐτοῦ ὁ Ἄρατος δι’ ὧν φησιν (v. 476, Ecl IX)· ’κεῖνο περίγληνον τρο‐ | |
χαλόν, Γάλα μιν καλέουσι‘· Γάλα γὰρ αὐτὸν ὠνόμασε διὰ τὸ | 55 | |
25 | μὴ δύνασθαι αὐτὸ ἐντεθῆναι εἰς ἔπος τοῦ γαλαξίου τὸ ὄνομα. λέγεται δὲ ἀπὸ τῆς χροιᾶς τοῦ γάλακτος οὕτω· λευκὸς γὰρ καὶ διαυγὴς φαίνεται. τέμνει δὲ δίχα τὴν σφαῖραν καὶ τὸν ζωι‐ διακὸν κύκλον καὶ ἰσημερινὸν καὶ τέμνεται ὑπ’ αὐτῶν ἴσος αὐ‐ τοῖς ὤν. | |
25(t) | Περὶ τῶν πέντε παραλλήλων. | |
1 | Οἱ δὲ παράλληλοί εἰσι πέντε. 1. ἀρκτικός, ὅς ἐστι βορειότε‐ ρος, ἐντὸς ἔχων τὰς Ἄρκτους καὶ τὸν Δράκοντα, καὶ ὁ τούτωι ἀντικείμενος νότιος ἀνταρκτικὸς καὶ θερινὸς τροπικὸς μετὰ τὸν ἀρκτικὸν καὶ χειμερινὸς τροπικὸς μετὰ τὸν ἀνταρκτικόν, μέσος | |
5 | δὲ τούτων πέμπτος ὁ ἰσημερινὸς τοσοῦτον ἀπέχων τοῦ θερινοῦ τροπικοῦ, ὅσον τοῦ χειμερινοῦ. ἔστι δὲ ὁ ἀρκτικὸς τῶν ἐλα‐ χίστων καὶ περὶ τὸν βόρειον πόλον ἐντὸς ἔχων μεσαίτατον τὸν πόλον ὡσπερεὶ κέντρον αὐτοῦ, καλεῖται δὲ ἀρκτικὸς ἀπὸ τοῦ ἐν‐ τὸς ἔχειν τὰς Ἄρκτους καὶ βόρειος διὰ τὸ πρὸς βορρᾶν εἶναι | |
10 | ἀεί, φανερὸς δὲ διὰ τὸ ἀεὶ φαίνεσθαι καὶ μὴ δύνειν. 2. ὁ δὲ τούτωι ἀντικείμενος νότιος κατὰ τὴν θέσιν ἴσος μέν ἐστιν αὐτῶι, περιέχει δὲ τὸν νότιον πόλον. λέγεται δὲ ἀνταρκτικὸς ἤτοι ἀπὸ τοῦ ἐναντίος κεῖσθαι τῶι ἀρκτικῶι (ὁ μὲν γὰρ ἀρκτι‐ κὸς κατὰ βορρᾶν, οὗτος δὲ κατὰ νότον ἐστί, καὶ ὁ μὲν ἀρκτικὸς | |
15 | κατὰ τὴν σφαῖραν ὑψηλότατός ἐστιν, ὃ δὲ ταπεινότατος. διὸ ὁ μὲν ἀρκτικὸς ἀειφανής ἐστιν, οὗτος δὲ οὐ φαίνεται ἡμῖν) ἢ ὅτι ἴσος ἐστὶ τῶι ἀρκτικῶι, τῆς ἀντί προθέσεως τὸ ἴσον σημαινού‐ σης ὡς ἐν τῶι ‘ἀντίθεον θεράποντα‘ (Il XI 322 al). καλεῖται δὲ ἀνταρκτικὸς καὶ νότιος· ἔστι δὲ ἀεὶ ἀφανής. 3. ὁ δὲ θερινὸς | |
20 | τροπικὸς κεῖται μεταξὺ τοῦ ἀρκτικοῦ καὶ τοῦ ἰσημερινοῦ. ἔχει δὲ ἐν ἑαυτῶι τὰς θερινὰς τροπὰς τοῦ ἡλίου· ὅτε γὰρ ὁ ἥλιος ἐν τῶι Καρκίνωι γένηται, ἐφαψάμενος αὐτοῦ τὴν θερινὴν ποιεῖ τροπήν. διὸ καὶ θερινὸς τροπικὸς κέκληται. ἔστι δὲ τοῦ μὲν ἀρκτικοῦ μείζων, τοῦ δὲ ἰσημερινοῦ βραχύτερος. εἰ δέ τις αὐ‐ | |
25 | τὸν διέλοι εἰς ὀκτὼ μέρη κατὰ τὸν Ἄρατον (v. 497), ἔσται μὲν αὐτοῦ πέντε μὲν ὑπὲρ γῆν, τρία δὲ ὑπὸ γῆν. φησὶ δὲ περὶ αὐ‐ τοῦ οὕτως Ἄρατος (V. 498, 9, Ecl X) πέντε μὲν ἔνδια στρέφεται καθ’ ὑπέρτερα γαίης, | |
τὰ τρία δ’ ἐν περάτηι· θέρεος δέ οἱ ἐν τροπαί εἰσιν | 56 | |
30 | ἀπὸ τῶν ὀκτὼ μερῶν δηλῶν τὰ πέντε ὑπὲρ γῆν ἔχειν, τὰ δὲ τρία ὑπὸ γῆν. κατὰ ταύτην τὴν θέσιν τῆς σφαίρας, ἥτις κατὰ τὸ κλίμα τοῦ Ἑλλησπόντου καὶ τῆς Μακεδονίας ἐστὶ καὶ τῆς Ἑλλάδος, ἡλίου γινομένου ἐπὶ τοῦ θερινοῦ τροπικοῦ ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ιεʹ, ἡ δὲ ἐλαχίστη ὡρῶν θʹ πανταχοῦ τοῦ | |
35 | ἡμερονυκτίου κδʹ ὡρῶν ὄντος. εἰ ὑποστησόμεθα οὖν ἐν ταῖς θεριναῖς τροπαῖς, ὥσπερ εἴπομεν (l. 5), ιεʹ ὡρῶν τὴν μεγίστην ἡμέραν εἶναι, ἀκόλουθόν ἐστι τότε βραχυτάτην καὶ ἐννέωρον εἶναι τὴν νύκτα. τοῦτο δὲ δῆλον ἔκ τε ἄλλων καὶ ἐξ ὧν Ἄρα‐ τός φησιν· εἰ γὰρ τὸ ἡμερονύκτιόν ἐστιν εἰκοσιτεσσάρων ὡρῶν, | |
40 | εἰς ηʹ δὲ μέρη τὸν θερινὸν τροπικὸν τέμνεσθαι δεῖ, ἕκαστον δὲ τμῆμα ὡρῶν εἶναι γʹ, τρὶς δὲ τὰ ηʹ κδʹ—εἰ τοίνυν ἀπὸ τῶν ὀκτὼ τούτων μερῶν πέντε ἐστὶν ὑπὲρ γῆν, ἕκαστον δὲ τρισὶν ὥραις περιδινεῖται, τρὶς δὲ τὰ πέντε γίνεται ιεʹ, πεντεκαίδεκα ὡρῶν γίνεται ἡ περιφορά. εἰ δὲ ὑπὸ γῆν τρία μέρη ἐστὶ τότε, | |
45 | ἕκαστον δὲ τῶν τριῶν τρισὶν ὥραις περιδινεῖται, τρὶς δὲ τὰ τρία ἐννέα ἐστί, δῆλον ὅτι ἔσται ἡ νὺξ ὡρῶν θʹ, ἥτις ἐλαχίστη ἐστὶν ἐν τούτωι τῶι κλίματι. 4. ὁ δὲ χειμερινὸς τροπικὸς κεῖται μεταξὺ τοῦ ἀνταρκτικοῦ καὶ τοῦ ἰσημερινοῦ ἐναντίος τῶι θερινῶι τροπικῶι ἴσος αὐτῶι | |
25(50) | ὑπάρχων. ἐφάπτεται δὲ αὐτοῦ ὁ ζωιδιακὸς κύκλος κατὰ Αἰγό‐ κερω, καθ’ ὃν γενόμενος ὁ ἥλιος ποιεῖται χειμερινὰς τροπάς· ἐκεῖ γὰρ γενόμενος παυσάμενος τῆς καθόδου πάλιν ἀνωτέρω ἄνεισιν. διὸ καὶ τροπὴ αὐτοῦ λέγεται ἡ ἀπὸ Αἰγόκερω ἐπὶ Καρκίνον ἄνοδος. χειμερινὸς δὲ ἐκλήθη, ὅτι ἐν αὐτῶι γενόμε‐ | |
55 | νος ὁ ἥλιος ἐν Αἰγόκερωι χειμῶνα ποιεῖ ἀκρότατον. ἴσος δὲ ὢν οὗτος ὁ χειμερινὸς τροπικὸς τῶι θερινῶι τροπικῶι ἐτμήθη εἰς μέρη ηʹ καθάπερ ἐκεῖνος. τοὐναντίον οὖν ἐκείνωι ἕξει ἀπὸ τῶν ηʹ μερῶν πέντε μὲν ὑπὸ γῆν, τρία δὲ ὑπὲρ γῆν, ὡς γίνε‐ | |
σθαι τὴν ἡμέραν τότε ἐλαχίστην, ὅτε ἐν Αἰγόκερωι γενόμενος | 57 | |
60 | ὁ ἥλιος ἐφάπτεται τοῦ χειμερινοῦ τροπικοῦ· γενέσθαι γὰρ τὴν ἡμέραν ὡρῶν θʹ, τὴν δὲ νύκτα ὡρῶν ιεʹ κατὰ τὸν αὐτὸν λόγον τῶι θερινῶι τροπικῶι 〈δῆλον〉. 5. ὁ δὲ ἰσημερινὸς μεταξὺ τῶν πέντε παραλλήλων κείμενος μείζων ἐστὶ τῶν ἄλλων τεσσάρων, ἐπειδὴ διὰ τοῦ κέντρου τὴν | |
65 | περιφέρειαν ἔχει. ποιεῖ δὲ ἐν αὐτῶι ὁ ἥλιος τὰς προειρημέ‐ νας δύο ἰσημερίας, ἐαρινὴν μὲν ἐν Κριῶι γενόμενος, μετο‐ πωρινὴν δὲ ἐν Χηλαῖς. ἰσημερινὸς δὲ λέγεται, ἐπειδὴ ἐν αὐτῶι τὰς ἰσημερίας ποιεῖ ὁ ἥλιος. τμηθεὶς δὲ εἰς ηʹ τέσσαρα μὲν ὑπὲρ γῆν, τέσσαρα δὲ ὑπὸ γῆν ἕξει μέρη. καὶ ἔστιν ἴσος τῶι | |
70 | ζωιδιακῶι καὶ τῶι γαλαξίαι. 6. ἴσως δ’ ἄν τις ζητήσειε, πῶς ἔφαμεν ἐν θεριναῖς τροπαῖς γενόμενον τὸν ἥλιον ιεʹ ὡρῶν τὴν ἡμέραν ποιεῖν, ἐν δὲ χειμερι‐ ναῖς θʹ, ὁπότε ἐν τοῖς μηχανικοῖς ὡρολογίοις καὶ ὑδρολογίοις ἀεὶ ἡ ἡμέρα ιβʹ ὡρῶν φαίνεται. λέγομεν οὖν, ὅτι, ὥσπερ πᾶς | |
75 | ἄνθρωπος πέντε δακτύλων ἔχει τὴν χεῖρα, παῖς τε καὶ ἀνήρ, οὐ μὴν ἴσων, ἀναλόγως καὶ ἐπὶ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν πρὸς τὸ μέγεθος καὶ τὴν ταχυτῆτα ἔχειν φαμὲν τὰς ὥρας, καὶ μεγάλων μὲν μεγάλας, σμικρῶν δὲ σμικράς. πρὸς οὖν τὰς χει‐ μερινὰς ἡμέρας αἱ θεριναὶ μεγάλαι οὖσαι ιεʹ ὥρας ἰσημερινῆς | |
80 | ἡμέρας διάστημα ἔχουσαι εἰς ιβʹ ἀναλόγως διηιρέθησαν. τὸ δὲ αὐτὸ καὶ ἐπὶ νυκτῶν μεγάλων καὶ μικρῶν καὶ ἡμερῶν 〈μεγάλων καὶ〉 μικρῶν σκόπει. 7. παράλληλοι δὲ ἐκλήθησαν οἱ εʹ κύκλοι ἀπὸ τῶν παρὰ τοῖς γεωμέτραις παραλλήλων γραμμῶν. παράλληλοι δὲ γραμμαὶ λέ‐ | |
85 | γονται παρ’ αὐτοῖς αἱ ἐν τῶι αὐτῶι ἐπιπέδωι οὖσαι καὶ μὴ συμπίπτουσαι ἐπὶ μηδέτερα μέρη. σαφηνείας δὲ ἕνεκα ἐκ τοῦ παρακολουθοῦντος εἴπωμεν. φαμὲν οὖν, ὅτι παράλληλοί εἰσιν οἱ κύκλοι μεταξὺ ἀλλήλων ἀπὸ περιφερείας ἐπὶ περιφέρειαν τὸ ἴσον μὲν πλάτος ἔχοντες πανταχόθεν, οὐ μέντοι ἴσον καὶ τὸ πλά‐ | |
90 | τος τὸ μεταξὺ αὐτῶν. | 58 |
26(t) | Περὶ τῆς πρὸς ἀλλήλας τῶν ζωνῶν διαστάσεως. | |
1 | Ἵνα δὲ καὶ τὰ μεταξὺ τούτων διαστήματα μάθωμεν, ἔστω τεμνομένη ἡ σφαῖρα διὰ τοῦ κέντρου αὐτῆς, ὥστε εἰς δίχα τέμ‐ νεσθαι τοὺς παραλλήλους, καθάπερ ὑπὸ τῶν κολούρων τέμνον‐ ται, καὶ ἔστω ὁ κύκλος οὗτος μοιρῶν ξʹ. ἕκαστον οὖν ἡμισφαί‐ | |
5 | ριον ἀνὰ λʹ μοιρῶν ἕξει. ἀπὸ τοίνυν τοῦ ὁρίζοντος ἐπὶ τὸν βόρειον πόλον ἓξ μοιρῶν ἔσται διάστημα τῶν τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου λʹ μοιρῶν· τοσοῦτον γὰρ ἀπὸ τοῦ ὁρίζοντος ἐπὶ τὸν βόρειον πόλον ἐστὶ τὸ ἔξαρμα· ἀπὸ μὲν γὰρ τοῦ βορείου πόλου ἐπὶ τὴν ἄνω περιφέρειαν τοῦ ἀρκτικοῦ κύκλου κέντρου | |
10 | τάξιν ἔχει ὁ βόρειος πόλος, ἀπὸ δὲ τοῦ μέσου κέντρου παντὸς τοῦ κύκλου αἱ ἐκβαλλόμεναι εὐθεῖαι εἰς τὴν περιφέρειαν πᾶσαι ἴσαι ἀλλήλαις εἰσίν. τὸ δὲ ἀπὸ τοῦ ἀρκτικοῦ κύκλου διάστημα ἐπὶ τὸν θερινὸν τροπικὸν ἔσται μοιρῶν εʹ, τὸ δὲ ἀπὸ τοῦ θε‐ ρινοῦ τροπικοῦ ἐπὶ τὸν ἰσημερινὸν ἔσται μοιρῶν δʹ, τὸ δὲ ἀπὸ | |
15 | τοῦ ἰσημερινοῦ μέχρι τοῦ χειμερινοῦ τροπικοῦ ἔσται τῶν ἴσων τεσσάρων, τὸ δὲ ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ μέχρι τοῦ ὁρί‐ ζοντος μοιρῶν εʹ. ἀπὸ δὲ τοῦ ὁρίζοντος ἐπὶ τὸν νότιον πόλον καὶ ἀεὶ ἀφανῆ μοῖραί εἰσι ϛʹ, ἀπὸ δὲ τοῦ αὐτοῦ νοτίου πόλου ἐπὶ τὴν κάτω περιφορὰν τοῦ ἀνταρκτικοῦ ἕξ εἰσιν. ἀπὸ δὲ | |
20 | τοῦ ἀνταρκτικοῦ ἐν τῶι κάτω ἡμισφαιρίωι μέχρι τοῦ ὁρίζοντος, καθὸ ἐφάπτεται ὁ ἀρκτικὸς κύκλος αὐτοῦ, ἀναλόγως τοῖς προ‐ ειρημένοις ὑπὲρ γῆς καὶ αἱ λοιπαὶ ιηʹ μοῖραι εὑρεθήσονται. τινὲς δὲ τέμνοντες τὴν σφαῖραν διὰ τῶν πόλων ὥσπερ διὰ τῶν κολούρων τὰ μεταξὺ τῶν παραλλήλων διαστήματα κατὰ πλάτος | |
25 | οὐκ εἰς ξʹ μοίρας τέμνουσιν, ἀλλ’ εἰς τξʹ, ἐπειδὴ καὶ ὁ ἐνιαυ‐ τὸς τξεʹ ἐστὶν ἡμερῶν, καί φασιν ρπʹ εἶναι μοίρας τὸ ἥμισυ, τὸ ὑπὲρ γῆς ἡμισφαίριον, καὶ πάλιν ρπʹ τὸ ὑπὸ γῆν. ὧν ἀπὸ τοῦ ὁρίζοντος μέχρι 〈τοῦ〉 βορείου πόλου [καὶ ἕως τῆς περιφερείας τοῦ | |
ἀρκτικοῦ κύκλου τῆς ὑψηλοτέρας] εἰσὶ μοῖραι ληʹ, ἀπὸ δὲ τοῦ | 59 | |
30 | βορείου ἐπὶ τὸν ἀρκτικὸν μοῖραι ἄλλαι ληʹ, ἀπὸ δὲ τοῦ ἀρκτι‐ κοῦ μέχρι τοῦ θερινοῦ τροπικοῦ μοῖραί εἰσι κδʹ, ἀπὸ δὲ τοῦ θερινοῦ τροπικοῦ μέχρι τοῦ ἰσημερινοῦ μοῖραι κδʹ, ἀπὸ δὲ τοῦ ἰσημερινοῦ ἕως τοῦ χειμερινοῦ τροπικοῦ μοῖραι κδʹ, ἀπὸ δὲ τοῦ χειμερινοῦ ἕως τοῦ ἀνταρκτικοῦ, τοῦ ἐφαπτομένου τοῦ ὁρίζον‐ | |
35 | τος, ἄλλαι εἰσὶ μοῖραι λβʹ. αὗται δὲ ἐπὶ τὸ αὐτὸ γινόμεναι, ὡς εἴπομεν, ρπʹ. ὁμοίως δὲ καὶ ὑπὸ γῆν κατὰ τὸν αὐτὸν τρό‐ πον ἴσαι ἄλλαι ρπʹ μοῖραι. δύνανται δὲ οἱ παράλληλοι οὗτοι καὶ ὀρθοὶ καλεῖσθαι. παρελήφθησαν δὲ ὑπὲρ τοῦ εὐπαρα‐ κολούθητον ἡμῖν τὴν δεῖξιν γενέσθαι τῶν βορειοτέρων καὶ νο‐ | |
40 | τιωτέρων καὶ ὥστε γνῶναι ἡμᾶς τὰς χειμερινὰς καὶ τὰς θερινὰς καὶ τὰς ἰσημερινὰς καὶ ἐαρινὰς καὶ μετοπωρινὰς τροπάς. | |
27(t) | Περὶ κολούρων. | |
1 | Οἱ δὲ κόλουροί εἰσι μὲν δύο ἀπὸ βορρᾶ ἐπὶ νότον διὰ τῶν πόλων τέμνοντες τὴν σφαῖραν καὶ τοὺς ἐν αὐτῆι πάντας ἄλλους κύκλους. εἰσὶ δὲ μέγιστοι καὶ αὐτοὶ ὡς ἂν διὰ τοῦ κέντρου τῆς σφαίρας ἠγμένοι. τέμνουσι δέ, ἵνα τὰς δʹ ὥρας τοῦ ἐνιαυτοῦ | |
5 | ἑκάστου ῥαιδίως καταλαμβάνωμεν· τεμνόντων γὰρ τούτων ἀλλή‐ λους καὶ τὴν σφαῖραν συμβήσεται εἰς τέσσαρα τετμῆσθαι, ὥστε ἕκαστον τῶν τεσσάρων τμημάτων μίαν ὥραν τοῦ ἐνιαυτοῦ ἔχειν. καὶ ὃ μὲν αὐτῶν κατὰ Καρκίνον καὶ Αἰγόκερω ἔχει τὴν περι‐ φέρειαν διὰ μὲν τοῦ ἑτέρου ἡμικυκλίου δεικνύων ἐν Καρκίνωι | |
10 | θέρος, διὰ δὲ τοῦ ἑτέρου ἐν Αἰγόκερωι χειμῶνα, ὃ δὲ κατὰ Κριὸν καὶ Χηλὰς τὴν περιφέρειαν ἔχει καὶ δηλοῖ τὰς ἄλλας δύο ὥρας τὰς ἰσημερινάς, τὴν μὲν ἐαρινὴν ἐν Κριῶι, τὴν δὲ μετο‐ πωρινὴν ἐν Χηλαῖς. κόλουροι δὲ κέκληνται, διότι δοκοῦσιν ἡμῖν κεκολοῦσθαι ὥσπερ τὰς οὐρὰς διὰ τὸ ἡμῖν μὴ φαίνεσθαι αὐ‐ | |
15 | τῶν τὰ ἀπὸ ἀνταρκτικοῦ καὶ ἀεὶ ἀφανοῦς κύκλου καὶ δοκεῖν κε‐ κολοῦσθαι αὐτοὺς κατὰ τοῦτο τὸ μέρος· συμβέβηκε γὰρ τὰ μὲν ἀπὸ τοῦ ἀειφανοῦς κύκλου, τουτέστι τοῦ ἀρκτικοῦ, μέρη φαί‐ νεσθαι, ταῦτα δὲ τὰ μέρη τῶν κολούρων κύκλων, τὰ τοῦ | |
ἀνταρκτικοῦ, ἀεὶ ἀφανῆ εἶναι. | 60 | |
28(t) | Περὶ τοῦ ἄξονος. | |
1 | Διήκει δὲ ὁ ἄξων ἀπὸ τοῦ κέντρου τοῦ ἀρκτικοῦ κύκλου διὰ τοῦ κέντρου τῆς σφαίρας ἕως τοῦ κέντρου τοῦ ἀνταρκτικοῦ. παρείληπται δέ, ἵνα εἰδῶμεν, ὅτι περὶ αὐτὸν καὶ τὰ ἄκρα αὐ‐ τοῦ δινεῖται ὁ οὐρανός, ὥσπερ περὶ ἁρμάτειον ἄξονα δινοῦνται | |
5 | οἱ τροχοί. τὴν δὲ ὕλην αὐτοῦ οὐκ ἐδίδαξεν ἡμᾶς Ἄρατος, ἀλλ’ ὡς ἐν ποιήσει μυθικώτερον ὥσπερ ὀβελίσκον αὐτὸν εἶπεν (v. 21—23). εἰ μὲν οὖν λέγοι τις αὐτοῦ τὴν ὕλην ἐκ πυρός, ἐλθὼν ἐπὶ τὴν τοῦ ὕδατος σφαῖραν σβεσθήσεται, εἰ 〈δὲ ἐκ γῆσ〉, ὑπὸ τῆς τοῦ πυρὸς καταφλεχθήσεται. εἰ δὲ ἐκ τῆς τῶν λοιπῶν, | |
10 | ἀέρος ἢ ὕδατος, ἀμιγὴς ἔσται τοῖς ἄλλοις καὶ ὑπὸ τῶν ἐναν‐ τίων ἀφανισθήσεται. γεωμέτραι δὲ αὐτὸν ὑποτίθενται γραμ‐ μήν τινα λεπτὴν διήκουσαν ἀπὸ τοῦ κέντρου τοῦ ἀρκτικοῦ κύ‐ κλου μέχρι τοῦ ἀνταρκτικοῦ, καθὼς εἴρηται, οἱ δὲ φυσικοὶ φιλόσοφοι τὸ μεταξὺ διῆκον πνεῦμα λέγουσιν ἄξονα. μέμνηται | |
15 | δὲ αὐτοῦ Ἐρατοσθένης ἐν τῶι Ἑρμῆι λέγων (fr XVIII Hill): αὐτὴν μέν μιν ἔτετμε μεσήρεα παντὸς Ὀλύμπου κέντρου ἄπο σφαίρας, διὰ δ’ ἄξονος ἠρήρειστο καὶ ὁ Ἄρατος λέγων (v. 21—23, Aratea p. 41) αὐτὰρ ὅ γ’ οὐδ’ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ’ αὔτως | |
20 | ἄξων αἰὲν ἄρηρεν, ἔχει δ’ ἀτάλαντον ἁπάντη μεσσηγὺς γαῖαν, περὶ δ’ οὐρανὸς αὐτὸν ἀγινεῖ. ὠνόμασται δ’ ἄξων διὰ τὸ περὶ αὐτὸν ἄγεσθαι καὶ περιδινεῖ‐ σθαι τὸν οὐρανόν. τὰ δὲ πέρατα αὐτοῦ πρὸς τοῖς κέντροις τοῦ τε ἀρκτικοῦ καὶ τοῦ ἀνταρκτικοῦ ἐστιν. καλοῦσι δ’ αὐτὰ πό‐ | |
25 | λους ἀπὸ τοῦ περιπολεῖσθαι καὶ στρέφεσθαι περὶ αὐτὰ τὸν οὐ‐ ρανόν. τούτων δὲ ὃ μὲν καλεῖται βόρειος καὶ ἀεὶ φανερός, ὃ δὲ νότιος καὶ ἀεὶ ἀφανής. μέμνηται δὲ αὐτῶν καὶ Ἄρατος (v. 24—27, Ecl III): καί μιν πειραίνουσι δύω πόλοι ἀμφὶς ἐόντες· | |
30 | ἀλλ’ ὃ μὲν οὐκ ἐπίοπτος, ὃ δ’ ἀντίος ἐκ βορέαο ὑψόθεν Ὠκεανοῖο· δύω δέ μιν ἀμφὶς ἔχουσιν Ἄρκτοι ἅμα τροχόωσαι. τηρητέον δέ, ὅτι ἀρρενικῶς λέγονται οὗτοι οἱ πόλοι. ὁ δὲ Ἀρι‐ στοφάνης ἐν τοῖς Δαιταλεῦσιν ἐπὶ ἡλιοτροπίου τέθεικε τὸ ὄνομα | 61 |
35 | τοῦ πόλου καὶ θηλυκῶς· πόλος τοῦτ’ ἐστίν, ἧι ’ν Κολωνῶι σκοποῦσι τὰ μετέωρα ταυτὶ καὶ τὰ πλάγια ταυτί. οἱ δὲ Πυθαγόρειοι δεξιὰ μὲν τὰ βόρεια, ἀριστερὰ δὲ τὰ νότια καλοῦσιν. Ὅμηρος δεξιὰ μὲν καλεῖ τὰ ἀνατολικά, ἀριστερὰ δὲ | |
40 | τὰ δυτικὰ διὰ τούτων (II XII 239 sq.): εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε εἴτ’ ἐπ’ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. ἐπὶ μὲν οὖν τῆς σφαίρας τῆς ξυλίνης ταῦτα τὰ ἄκρα τοῦ ἄξονος φαίνεται ὑπὲρ τὴν ἐπιφάνειαν τῆς σφαίρας ἐξέχοντα. | |
45 | χρὴ δὲ νοεῖν συναποπαύεσθαι αὐτὰ τῆι ἐπιφανείαι τοῦ οὐρανοῦ καὶ μὴ ἐξέχειν. | |
29(t) | Περὶ ζωνῶν, καὶ ὅτι πέντε. | |
1 | Περὶ δὲ τῶν ζωνῶν Ἄρατος ἐν τοῖς Φαινομένοις οὐκ ἐμνήσθη, ἄλλοι δέ, ὧν καὶ Ἐρατοσθένης (fr XIX H.), ἐμνημόνευ‐ σαν. ζῶναι τοίνυν λέγονται τὰ μεταξὺ τῶν παραλλήλων κύκλων διαστήματα. εἰσὶ δὲ καὶ ἐν οὐρανῶι καὶ ἐπὶ γῆς, αἳ κατὰ κάθε‐ | |
5 | τόν εἰσι τῶν ἐν τῶι οὐρανῶι. πέντε δέ εἰσι πᾶσαι. ὧν δύο εἰσὶν ἀοίκητοι διὰ τὸ πάνυ κατεψῦχθαι. καὶ ἣ μὲν λέγεται νό‐ τιος, ἣ δὲ βόρειος. τῶν δὲ μεταξὺ τούτων τριῶν δύο μέν εἰσιν εὔκρατοι, μία δὲ διακεκαυμένη. τῶν δὲ εὐκράτων ἣ μέν ἐστι βορειοτέρα, ἣ δὲ νοτιωτέρα. καὶ ἔστιν ἡ βορειοτέρα ἀπὸ ἀρκτι‐ | |
10 | κοῦ κύκλου μέχρι θερινοῦ τροπικοῦ, ἡ δὲ ἑτέρα ἀπὸ ἀνταρκτι‐ κοῦ μέχρι χειμερινοῦ τροπικοῦ. εἰσὶ δὲ εὔκρατοι τῶι μήτε ὑπὸ ἀκράτου ψύχους μήτε ὑπὸ καύματος ἐνοχλεῖσθαι, εἶναι δ’ αὐ‐ | |
τὰς μεταξὺ τῆς τοῦ ἡλίου πορείας καὶ τῶν κατεψυγμένων ζω‐ νῶν. ἡ δὲ τούτων μέση πασῶν ἐστιν ἀπὸ τοῦ θερινοῦ τροπικοῦ | 62 | |
15 | μέχρι τοῦ χειμερινοῦ τροπικοῦ (τοσοῦτον γὰρ πλάτος ἔχει, ὅσον καὶ ὁ ἥλιος περιέρχεται), καλεῖται δὲ διακεκαυμένη διὰ τὸ πυ‐ ρώδης εἶναι τοῦ ἡλίου δι’ αὐτῆς τὴν πορείαν ποιουμένου. ταύ‐ την δὲ οἳ μὲν ἀοίκητον, οἱ παλαιοί, τινὲς δὲ οἰκεῖσθαι λέγουσιν. μέμνηται δὲ αὐτῶν Ἐρατοσθένης ἐν τῶι Ἑρμῆι λέγων (fr XIX): | |
20 | πέντε δέ οἱ ζῶναι περιηγέες ἐσπείρηντο, αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο, ἡ δὲ μία ψαφαρή τε καὶ ἐκ πυρὸς οἷον ἐρυθρή. ἣ μὲν ἔην μέσση, ἐκέκαυτο δὲ πᾶσα περὶ .. τυπτομένη φλογμοῖσιν, ἐπεί ῥά ἑ Μαῖραν ὕπ’ αὐτήν | |
25 | κεκλιμένην ἀκτῖνες ἀειθερέες πυρόωσιν. αἱ δὲ δύω ἑκάτερθε πόλοις περιπεπτηυῖαι αἰεὶ φρικαλέαι, αἰεὶ δ’ ὕδατι νοτέουσαι. οὐ μὲν ὕδωρ, ἀλλ’ αὐτὸς ἀπ’ οὐρανόθεν κρύσταλλος | |
†κεῖται ἀναπέσχε, περίψυκτος δὲ τέτυκται. | 63 | |
30 | ἀλλὰ τὰ μὲν χερσαῖα καὶ ἀμβατὰ ἀνθρώποισιν. δοιαὶ δ’ ἄλλαι ἔασιν ἐναντίαι ἀλλήλαισι μεσσηγὺς θέρεός τε καὶ ὑετίου κρυστάλλου, ἄμφω εὔκρητοί τε καὶ ὄμπνιον ἀλδήσκουσαι καρπὸν Ἐλευσίνης Δημήτερος. ἐν δέ μιν ἄνδρες | |
35 | ἀντίποδες ναίουσι. ταῦτα μὲν Ἐρατοσθένης. ζητήσωμεν δέ, τῶν δύο εὐκράτων ὁπο‐ τέραν ἡμεῖς οἰκοῦμεν. ὁρῶμεν οὖν· ὅταν ὁ ἥλιος ἐν Αἰγόκερωι γένηται, πόρρω ἡμῶν ἀφέστηκε, καὶ χειμών ἐστι παρ’ ἡμῖν. ὅταν δὲ ἐν Καρκίνωι γένηται, ὅς ἐστι κατὰ διάμετρον τῶι Αἰγό‐ | |
40 | κερωι, τότε πλησίον ἡμῶν ἐστι καὶ καῦμα πολὺ παρ’ ἡμῖν. ὁ δὲ Καρκίνος τῶν ιβʹ ζωιδίων βορειότατός ἐστιν. δῆλον οὖν, ὅτι τὴν βόρειον οἰκοῦμεν ζώνην· ἐν γὰρ Καρκίνωι γενόμενος ὁ ἥλιος ἀριστερὸς ἡμῶν ἀνατέλλει τὴν σκιὰν ἡμῶν εἰς τὰ δεξιὰ αὑτοῦ κλίνων, ὅ ἐστι σημεῖον ἐναργὲς τοῦ ἡμᾶς δεξιοὺς εἶναι τοῦ | |
45 | ἡλίου. εἰ γοῦν τις λύχνον ἅψας ἐν μέσωι οἰκήματος θείη, ἐν δεξιᾶι δὲ αὐτοῦ σταίη, τὸ σκίασμα τοῦ ἑστῶτος οὐ πρὸς τὸν λύχνον, ἀλλ’ ἐν δεξιᾶι τοῦ ἀνθρώπου τρέψεται. εἰ τοίνυν καὶ ἡμῶν αἱ σκιαὶ ἐν δεξιᾶι ἡμῶν γίνονται, δῆλον ὅτι ἀριστερὸς ἡμῶν ἐστιν ὁ ἥλιος. ἀνάπαλιν δὲ τοῖς ἐν τῆι νοτίωι ζώνηι οἰ‐ | |
29(50) | κοῦσιν ἐν δεξιᾶι μέν ἐστιν ὁ ἥλιος, ἐν ἀριστερᾶι δὲ αὐτῶν ἡ σκιὰ πρὸς νότον ἐκπέμπεται. οὕτως οὖν ἀποδείκνυται ἡμᾶς τὴν βόρειον ζώνην τὴν εὔκρατον οἰκεῖν. τινὲς δὲ καὶ ταῦτα περὶ τῶν ζωνῶν εἰρήκασιν. ζῶναί εἰσι τῆς γῆς ὑπὸ τοὺς παραλλήλους ὁμοίως πέντε· βόρειος, ὅλη | |
55 | μετέωρος, ἀοίκητος, κατεψυγμένη, Κρόνου, ἑξηκοστῶν μὲν ϛʹ, σταδίων δὲ δισμυρίων ͵εςʹ (τὸ γὰρ ἑξηκοστὸν σταδίων ἐστὶ ͵δςʹ)· θερινή, πλείονα ἔχουσα τὰ ὑπὲρ τὸν ὁρίζοντα, εὔκρατος, ἐν ἧι | |
ἐστιν ἡ καθ’ ἡμᾶς οἰκουμένη, Διός, ἑξηκοστῶν εʹ, σταδίων δὲ δισμυρίων καὶ ͵α· ἰσημερινή, ἴσον ἔχουσα τὸν ὑπὲρ γῆς ὁρίζοντα | 64 | |
60 | τῶι ὑπ’ αὐτήν, ἀοίκητος, διακεκαυμένη, Ἄρεος, ἑξηκοστῶν μὲν ηʹ, ἐξ ἑκατέρου μέρους τοῦ ἰσημερινοῦ τεσσάρων (οὗτος γὰρ αὐτὴν ὅλην τὴν σφαῖραν τέμνει μέσην), σταδίων δὲ τρισμυρίων καὶ ͵γχʹ· χειμερινή, ἀνάπαλιν τῆι θερινῆι, πλεῖον ἔχουσα τὸ ὑπὸ τὸν ὁρί‐ ζοντα, οἰκουμένη, εὔκρατος, Ἀφροδίτης, ἑξηκοστῶν εʹ, σταδίων | |
65 | δὲ δισμυρίων καὶ ͵α· νότιος, ὅλη ἀφανής, ἀοίκητος, κατεψυγ‐ μένη, Ἑρμοῦ, ἑξηκοστῶν μὲν ϛʹ, σταδίων δὲ δισμυρίων ͵εςʹ, ὡς εἶναι τὸ ὑπὲρ τὸν ὁρίζοντα περίμετρον τῆς γῆς ἑξηκοστῶν μὲν τριάκοντα, σταδίων δὲ μυριάδων ιβʹ καὶ ͵ϛ. καλοῦνται δὲ οἱ μὲν ἐπὶ τοῦ αὐτοῦ ἡμισφαιρίου βόρειοί τε καὶ νότιοι κατοικοῦν‐ | |
70 | τες αὐτόχθονες, οἱ δ’ ἐφ’ ἑκάτερα τῶν ἡμισφαιρίων ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆν ἀντίποδες. | |
30(t) | Περὶ τῶν ἐν ταῖς εὐκράτοις ζώναις οἰκούντων. | |
1 | Τῶν δὲ ἐν ταῖς δύο εὐκράτοις ζώναις οἰκούντων, ἵνα σαφέ‐ στερον διέλωμεν, οἳ μέν εἰσι περίοικοι, οἳ δὲ ἄντοικοι, οἳ δὲ ἀντίχθονες, οἳ δὲ ἀντίποδες· περίοικοι μέν, ὅσοι τὴν αὐτὴν οἴ‐ κησιν οἰκοῦσιν, οἷον οἱ τὴν βόρειον οἰκοῦντες περίοικοί εἰσιν | |
5 | ἀλλήλοις, καὶ πάλιν οἱ τὴν νότιον περίοικοί εἰσιν ἀλλήλοις· ἄντ‐ οικοι δὲ οἱ τὴν νότιον τοῖς τὴν βόρειον οἰκοῦσι ζώνην, καὶ ἀντ‐ οικουμένη ἐστὶν ἡ βόρειος τῆι νοτίωι καὶ ἡ νότιος τῆι βορείωι· ἀντίχθονες δὲ οἱ κατὰ διάμετρον ἐν ταῖς ὁμοίαις ζώναις οἰκοῦν‐ τες, οἷον ἐν τῆι βορείωι ἐν τῶι ὑπὲρ γῆς ἡμισφαιρίωι, ὁμοίως | |
10 | δὲ καὶ ἐν τῆι νοτίωι· ἀντίποδες οἱ κατὰ διάμετρον ἐν ταῖς ἐναντίαις ζώναις οἰκοῦντες, οἷον τῶν πρὸς τῶι Καρκίνωι οἰ‐ κούντων ἀντίποδές εἰσιν οἱ πρὸς τῶι Αἰγόκερωι. οἱ μὲν οὖν περίοικοι τὴν αὐτὴν ἔχουσιν ἀεὶ νύκτα καὶ ἡμέραν καὶ τὰς ἐτησίας ὥρας, οἱ δὲ ἄντοικοι τὴν μὲν αὐτὴν ἔχουσιν ἀλλήλοις | |
15 | ἡμέραν καὶ νύκτα, οὐ τὰς αὐτὰς δὲ τροπάς· ἐν Καρκίνωι γὰρ γενόμενος ὁ ἥλιος ἡμῖν θέρος βορειοτέροις οὖσι ποιεῖ, τοῖς δὲ νοτιωτέροις χειμῶνα. ὅταν δὲ ἐν Αἰγόκερωι γένηται, ἡμῖν μὲν χειμῶνα βορειοτέροις οὖσι, τοῖς δὲ τὴν νότιον οἰκοῦσι θέρος | |
ποιεῖ. καὶ πάλιν τῶν ἰσημεριῶν δισσῶν οὐσῶν ἐν μὲν Κριῶι | 65 | |
20 | ἥλιος γενόμενος ἡμῖν ἐαρινήν, τοῖς τὴν βόρειον, τοῖς δὲ ἀντοί‐ κοις μετοπωρινὴν ἰσημερίαν ποιεῖ. ἐὰν δὲ Χηλαῖς γένηται, ἡμῖν μὲν μετοπωρινήν, τοῖς δὲ ἀντοίκοις ἐαρινὴν ἰσημερίαν ποιεῖ. ἀπὸ δὲ τῆς σοῦ Κριοῦ ἰσημερίας τῆς παρ’ ἡμῖν ἐαρινῆς ὁ ἥλιος ἀναβαίνων ἐν Καρκίνωι θέρος μὲν ἡμῖν ποιεῖ καὶ αὔξει | |
25 | τὰς ἡμέρας, τὰς δὲ νύκτας ἐλάττους ποιεῖ [καὶ τὴν ἰσημε‐ ρίαν τὴν ἐν Κριῶι παρ’ ἡμῖν ἐαρινήν, αὐτοῖς μετοπωρινήν. καὶ] ἐν Χηλαῖς δὲ γενόμενος εἰς Αἰγόκερω καταβαίνων παρ’ ἡμῖν μὲν μειοῖ τὰς ἡμέρας καὶ τὰς νύκτας αὔξει χειμῶνα ἀπεργαζό‐ μενος, παρ’ ἐκείνοις δὲ αὔξει τὴν ἡμέραν καὶ τὴν νύκτα μειοῖ | |
30 | θέρος ποιῶν. καθόλου δὲ εἰπεῖν, ὃ ἡμῖν ποιεῖ Καρκίνος, τοῦτ’ ἐκείνοις Αἰγόκερως, ὃ δ’ ἡμῖν Αἰγόκερως, τοῦτ’ ἐκείνοις Καρ‐ κίνος, ὃ δ’ ἡμῖν Κριός, τοῦτ’ ἐκείνοις Χηλαί. καὶ τὸ ἀνάπαλιν. οἱ δὲ ἀντίχθονες τὰς νύκτας καὶ τὰς ἡμέρας παρηλλαγμένας ἔχουσιν· τοῖς γὰρ ὑπὲρ γῆν ἀνατέλλων ὁ ἥλιος ἀντίχθοσιν ἡμέραν | |
35 | ποιεῖ, τοῖς δὲ ὑπὸ γῆν νύκτα. καὶ πάλιν παρ’ ἡμῖν δύνων ὁ ἥλιος νύκτα ποιεῖ, παρὰ δὲ τοῖς κάτω ἀνατέλλει ἡμέραν ποιῶν. τροπὰς μέντοι καὶ ἰσημερίας τὰς αὐτὰς ἔχουσιν οἱ ἄνω βόρειοι τοῖς κάτω [βορείοις], τουτέστιν οἱ ἀντίχθονες. οἱ δὲ ἀντίποδες πάντα ἐναντία καὶ μαχόμενα ἔχουσιν· ὅτε μὲν γὰρ παρ’ ἡμῖν νύξ | |
40 | ἐστι, παρ’ ἐκείνοις ἡμέρα, καὶ ὅτε παρ’ ἐκείνοις θέρος, ἐν τῆι καθ’ ἡμᾶς οἰκουμένηι χειμών. καὶ καθόλου, ὅτε τοῖς ἐν 〈τῆι〉 νοτίωι ζώνηι ἀντοικοῦσι χειμών ἐστι καὶ ἡμέρα, τότε τοῖς ἐν τῆι βορείωι οἰκοῦσι θέρος ἐστὶ καὶ νύξ. ὥστε καὶ νύκτας καὶ ἡμέρας καὶ τροπὰς καὶ ἰσημερίας καὶ οἰκήσεις ἐναντίας οἱ ἄντοικοι ἔχουσιν. | |
31(t) | Περὶ διαφορᾶς τῶν ἐν ταῖς οἰκήσεσι σκιῶν, | |
t | καὶ κατὰ ποίους τόπους οἰκοῦσιν. | |
1 | Τῶν δὲ ἐν ταῖς οἰκήσεσιν οἳ μέν εἰσιν ἄσκιοι, οἳ δὲ βραχύ‐ σκιοι, οἳ δὲ μακρόσκιοι, οἳ δὲ ἑτερόσκιοι, οἳ δὲ ἀντίσκιοι, οἳ δὲ ἀμφίσκιοι. ἄσκιοι μὲν οἱ κατὰ κορυφὴν ὥραι ἕκτηι τὸν ἥλιον ἔχον‐ | |
τες· ὥσπερ γάρ, εἴ τις δαλὸν ἀνάψας ὀρθὸν στήσειε, τούτου οὐκ ἂν | 66 | |
5 | γένοιτο σκιά, οὕτως οὐδὲ τῶν ὑπὲρ κορυφῆς ἐχόντων τὸν ἥλιον μεσουρανοῦντα γένοιτο ἄν. εἰσὶ δὲ οὗτοι οἱ ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦντες. ἡλίου 〈δὲ〉 γενομένου ἐν Κριῶι ἢ ἐν Χαλαῖς τότε κατὰ κορυφῆς ἔχουσι τὸν ἥλιον, εἰ συγχωρήσαιμεν οἰκεῖσθαι τοὺς τό‐ πους. φασὶ δὲ ἐν Συήνηι καὶ Ἐλεφαντίνηι ἀσκίους γίνεσθαι, | |
10 | ὅτε ὁ ἥλιος γίνεται ἐν Καρκίνωι περὶ ὥραν ἕκτην· βραχύσκιοι δὲ οἱ τὸν ἥλιον ὀλίγον ἀφεστῶτα ἔχοντες· μακρόσκιοι δὲ οἱ πόρρω αὐτὸν ἔχοντες· ἑτερόσκιοι δὲ οἱ ἐν ταύτηι τῆι οἰκουμένηι οἰκοῦντες, ἐπειδὴ ἐπὶ τὸ ἕτερον μέρος ἡ σκιὰ ἡμῶν τρέπεται (λέγω δὲ ἐν δεξιᾶι ἐπὶ τὸ βόρειον)· ὁμοίως δὲ καὶ οἱ ἄντοικοι | |
15 | ἑτερόσκιοί εἰσιν, ἐπειδὴ καὶ τούτων ἡ σκιὰ ἐπὶ τὸ ἀριστερὸν μέρος τὸ νοτιώτερον τρέπεται· ἀντίσκιοι δὲ οἱ ἐν τῶι βορείωι, ἐπειδὴ ἐναντίας τὰς σκιὰς ἔχουσιν οἳ μὲν εἰς τὰ δεξιὰ μέρη αὐτῶν, οἳ δὲ εἰς τὰ ἀριστερὰ διὰ τὸ μέσον εἶναι αὐτῶν τὸν ἥλιον· ἀμφίσκιοι δὲ γίνονται οἱ ὑπὸ τὸν ἰσημερινὸν κύκλον οἰ‐ | |
20 | κοῦντες· οἱ δὲ αὐτοὶ καὶ ἄσκιοι· ὅτε μὲν γὰρ ὑπὲρ κορυφῆς αὐτῶν ἐστιν ὁ ἥλιος, ὡς εἴπομεν (p. 66, 31), ἄσκιοι εἰσιν· ὃτε δὲ ἀμφίσταται αὐτῶν ἀπὸ Κριοῦ εἰς Ταῦρον καὶ τὰ ἑξῆς ζώιδια, τὴν αὐτὴν σκίαν ἔχουσιν ἐπὶ τὰ εὐώνυμα μέρη· ὅτε δὲ ἀπὸ ἰσημερίας τῆς ἐν Χηλαῖς ὁ ἥλιος γένηται ἐν Σκορπίωι καὶ τοῖς ἑξῆς ζωιδίοις, | |
25 | τότε ἡ σκιὰ αὐτῶν ἐπὶ τὰ δεξιὰ μέρη ἐκπέμπεται, ὥστε συμ‐ βαίνειν τοὺς τῆιδε οἰκοῦντάς ποτε μὲν ἀσκίους γίνεσθαι, ὅταν ἐν Χηλαῖς ἢ Κριῶι ὁ ἥλιος ὢν κατὰ κορυφῆς αὐτῶν ἦι, ποτὲ δὲ ἐν ἀριστερᾶι ἔχειν τὴν σκιὰν, ὅτε ἐν Σκορπίωι καὶ τοῖς ἑξῆς ὁ ἥλιος γίνεται. τινὲς δὲ καὶ περισκίους τοὺς περὶ αὑτοὺς κύ‐ | |
30 | κλωι ἔχοντας τὴν σκιὰν εἶναι βούλονται. πρῶτος δὲ Παρμενίδης ὁ Ἐλεάτης τὸν περὶ τῶν ζωνῶν ἐνίκησε λόγον. περὶ δὲ τοῦ ἀριθμοῦ αὐτῶν πολλὴ διαφωνία τοῖς μετ’ αὐτὸν γέγονεν· οἳ μὲν γὰρ ἓξ αὐτὰς εἶπον ὡς Πολύ‐ βιος (‘De aequatore‘, V p. 28 Schweigh) καὶ Ποσειδώνιος (92 | |
35 | Bake) τὴν διασκευαμένην εἰς δύο διαιροῦντες, οἳ δὲ πέντε παρ‐ έλαβον, ὥσπερ Ἐρατοσθένης (‘Mercurii‘ fr XIX al) καὶ ἄλλοι πολλοί, οἷς καὶ ἡμεῖς κατηκολουθήσαμεν. περὶ δὲ οἰκήσεων πάλιν καὶ τῶν ἐνοικούντων καὶ ὀνομάτων γέγονε πολλὴ ταραχὴ | |
καὶ περὶ ἀντιχθόνων καὶ ἀντιπόδων. | 67 | |
32(t) | Περὶ μεταρσίων καὶ μετεώρων. | |
1 | Διαφέρει δὲ μετέωρα μεταρσίων, ἧι τὰ μὲν μετέωρα ἐν οὐ‐ ρανῶι καὶ αἰθέρι ἐστίν, ὡς ἥλιος καὶ τὰ λοιπὰ καὶ οὐρανὸς καὶ αἰθήρ, μετάρσια δὲ τὰ μεταξὺ τοῦ αἰθέρος καὶ τῆς γῆς, οἷον ἄνεμοι νεφέλαι ὄμβροι ἀστραπαὶ βρονταὶ κομῆται δοκίδες | |
5 | πώγωνες λαμπάδες ἴριδες ἅλωες διάιττοντες ῥυμοὶ ῥύακες. λεκτέον δὲ περὶ μεταρσίων· περὶ γὰρ μετεώρων προείρηται (c. 10 sqq.). πρῶτον δὲ περὶ ἀνέμων εἴπωμεν. | |
33(t) | Περὶ ἀνέμων, καὶ ὅτι διαφέρει αὔρα | |
t | ἀναθυμιάσεως. | |
1 | Ἀναξίμανδρος τοίνυν ῥύσιν ἀέρος τὸν ἄνεμον εἶπε, τινὲς δὲ ἀναθυμίασιν ἀέρος. ἄλλοι δὲ διαφέρειν ἄνεμον λέγουσιν αὔρας· ἄνεμον γὰρ εἶναι ῥύσιν ἀέρος, αὔραν δὲ ἀναθυμίασιν γῆς. καὶ τοὺς μὲν ἐκ νεφῶν λέγουσιν εἶναι ἀνέμους καὶ καλεῖ‐ | |
5 | σθαι ἐκνεφίας, τοὺς δὲ ἀπὸ γῆς φερομένους ἀπογε〈ί〉ους, τοὺς δὲ ἀπὸ ποταμῶν ἐξυδρίας, ἀπὸ δὲ κόλπων κολπίας, ἀπὸ δὲ ὀρῶν ὀρίας ἢ ὀρεστίας καὶ παρὰ Ἀριστοτέλει ἐν τῶι Περὶ ἀνέμων (II p. 973. Arist pseud p. 622) καὶ παρὰ Καλλιμάχωι (fr 39 II p. 170 Schn), ὥστε καὶ ἀπὸ τόπων τινὰς λέγεσθαι, οἷον | |
10 | Καικίαν τὸν ἀπὸ Καΐκου τοῦ ποταμοῦ πνέοντα καὶ Σκείρωνα τὸν ἀπὸ τῶν Σκειρωνίδων πετρῶν. τινὲς δὲ ἀπὸ ὁρμῆς ὠνο‐ μάσθησαν, ὡς οἱ σφοδρῶς ῥέοντες καταιγίδες καὶ οἱ μετὰ παλ‐ μοῦ τινος καὶ πηδήματος θύελλαι. οἳ δὲ ἀπὸ σχήματος λέγον‐ ται, ὥσπερ οἱ μετὰ δινήσεως στρόβιλοι καὶ οἱ κάτωθεν εἰς | |
15 | ὕψος φερόμενοι πρηστῆρες. ἐπραγματεύσατο δὲ περὶ ἀνέμων καὶ Ἐρατοσθένης (p. 165 Bernh). οἱ δὲ γενικώτατοι ἄνεμοι τέσ‐ σαρές εἰσι, καὶ ὁ μὲν ἀπὸ ἀνατολῶν πνέων καλεῖται ἀπηλιώ‐ της, ὁ δὲ ἀπὸ τοῦ ἀρκτικοῦ πόλου βορέας, ὁ δὲ ἀπὸ τοῦ ἀνταρκτικοῦ νότος, ὁ δὲ ἀπὸ δύσεως ζέφυρος· ζόφος γὰρ ἡ δύσις | |
20 | κατὰ τοὺς ποιητάς. | 68 |
34(t) | Περὶ κομητῶν. | |
1 | Περὶ δὲ κομητῶν καὶ δοκίδων ἐπραγματεύσαντο πολλοί, ὥσπερ καὶ Δημήτριος. εἰσὶ δὲ οὐκ ἐν οὐρανῶι, ἀλλ’ ἐν τῶι ἀέρι. οἱ μὲν οὖν κάτω τὸ φῶς ἔχοντες καὶ τὰς μαρμαρυγὰς κάτω νευούσας καλοῦνται κομῆται, οἱ δὲ ἄνω τὸ φῶς νενευκὸς | |
5 | ἔχοντες καλοῦνται λαμπάδες. ὁπότε δὲ ἐπίμηκες ἔχουσι τὸ φῶς, καλοῦνται δοκίδες. ὁπότε δὲ ἰκματῶδες φῶς ὁρᾶται, καλεῖται ἶρις. ὅταν δὲ περὶ τὸν ἥλιον ἦι κύκλος (ἐνίοτε καὶ δύο καὶ τρεῖς γίνονται, ὅθεν καὶ Ἄρατος εἶπε (v. 816, Ecl XV) ‘τριέλικτον ἀλωήν‘), ἅλως καλεῖται. ἐὰν δὲ ἀπὸ ἀστέρων ὦσις τοῦ φωτὸς | |
10 | γένηται ἐπὶ τὰ κάτω, καλοῦνται ῥυμοὶ καὶ ῥύακες· ἀπὸ δὲ τόπου εἰς τόπον μετερχόμενοι καλοῦνται ἄιττοντες καὶ διάιτ‐ τοντες. γίνεται δὲ τοῦτο τῶν ἀστέρων ὑπὸ πνεύματος τινασσο‐ μένων καὶ οἱονεὶ σπινθῆρας ἀφιέντων, διὸ καὶ σημεῖον ἀνέμων εἶπεν Ἄρατος τοῦτο (v. 926). καὶ Φάτνην δὲ νέφος πεφωτισ‐ | |
15 | μένον περὶ τὸν Καρκίνον φασίν, ὡς καὶ Ἄρατος (v. 892). ἀκο‐ λούθως δὲ ταύτηι καὶ Ὄνους λέγουσι περὶ τὸν Καρκίνον ἀστέρας εἶναι. τοὺς δὲ κομήτας καὶ τοὺς τοιούτους οἳ μὲν λέγουσιν ἐξ ἀστέρων συνερχομένων γίνεσθαι καὶ ἐμφωτιζομένων, οἳ δὲ ἐκ νεφῶν περιπεφωτισμένων, ἄλλοι δὲ ἐκ παρατρίψεως αὐτοὺς | |
20 | φωτίζεσθαι λέγουσιν. οὐ φαίνονται δὲ ἀεί, ἀλλὰ γίνονται κατὰ περιόδους χρόνων. ὅτε μὲν οὖν συγκρούονται αἱ νεφέλαι πρὸς ἀλλήλας, βροντὰς ποιοῦσι, ῥαγεῖσαι δὲ καὶ πνεῦμα μετὰ ῥύμης καὶ σφοδρᾶς ὁρμῆς ἀφεῖσαι κεραυνοὺς ποιοῦσι διὰ τῆς ῥύμης ἀναπτομένου τοῦ πνεύματος. ἀστραπαὶ δὲ γίνονται ἤτοι ἐξ | |
25 | αὐτῶν πάλιν τῶν νεφῶν φωτὸς ἀναπτομένου καὶ σβεννυμένου ἢ ἐκ πυρὸς μαρμαρυγῆς ἐκπεμπομένης. ὄμβροι δὲ ἐξ ὑγρασίας ἀναδόσεως καὶ νεφελῶν ὑγρῶν γίνονται. ταῦτα μὲν οὖν ὡς ἐν ὀλίγωι περὶ μεταρσίων. | |
35(t) | Περὶ θέσεως. | |
1 | Εἰδέναι χρὴ περὶ τῆς θέσεως τῆς σφαίρας, ὡς οὐκ ἔστι | |
μία ἀλλ’ ὁπόσα τὰ κλίματα τῆς γῆς, πρὸς ἃ καὶ αἱ θέσεις τῆς σφαίρας γίνονται. λεκτέον δὲ περὶ ὀλίγων, καὶ τότε τῆς κατὰ τὸν Ἄρατον ἁψόμεθα. θέσις τίς ἐστι κατὰ τὸ Ἑλλησποντιακὸν | 69 | |
5 | καὶ τῆς Μακεδονίας κλίμα· παρὰ γὰρ Ἀντιγόνωι διατρίβων Ἄρα‐ τος, τῶι τῆς Μακεδονίας βασιλεῖ, πρὸς τὸ αὐτόθι κλίμα καὶ τὴν διδασκαλίαν τῶν φαινομένων πεποίηται. ἐὰν μὲν οὖν οἱ πόλοι πρὸς τῶι ὁρίζοντι τὴν θέσιν ἔχωσιν ὥστε ἐφάπτεσθαι τοῦ ὁρίζοντος, συμβήσεται μήτε τὸν ἀρκτικὸν μήτε τὸν ἀνταρκτι‐ | |
10 | κὸν ἀειφανῆ εἶναι, ἀλλ’ ἑκάτερον τούτων ἡμικύκλιον ἀνατέλλειν ἀεὶ καὶ δύνειν. ἐὰν δὲ τὸν βόρειον πόλον ὑψηλότερον ποιήσω‐ μεν τοῦ ὁρίζοντος, πρὸς τὸ γινόμενον ἔξαρμα καὶ ὕψος αὐτοῦ καὶ τὰ κλίματα τῆς γῆς ἕξει τὰ μεγέθη τῶν ἡμερῶν καὶ τῶν νυκτῶν διάφορα. δῶμεν ξʹ μοιρῶν κύκλον τέμνοντα τὴν σφαῖ‐ | |
15 | ραν διὰ τῶν πόλων, ὥσπερ τοὺς κολούρους. δῆλον οὖν, ὅτι ἕκαστον τῶν ἡμισφαιρίων ἕξει ἀνὰ λʹ, τὸ δὲ ὑπὲρ γῆν μοίρας λʹ ἀπὸ τοῦ ὁρίζοντος μέχρι τοῦ πόλου. ἐὰν οὖν μετεωρίσω τὸν βόρειον πόλον μοίρας ϛʹ, ἔσται τοῦ Ἑλλησπόντου τὸ κλίμα καὶ ἡ ἡμέρα μεγίστη ὡρῶν ιεʹ, ἡ δὲ νὺξ 〈ἐλαχίστη〉 θʹ χειμῶ‐ | |
20 | νος. ἐὰν δὲ μὴ μόνον ἓξ ἀλλ’ ἐννέα ἀπὸ τοῦ ὁρίζοντος μετεω‐ ρίσω τὸν βόρειον πόλον, μακροτέρα ἔσται ἡ μεγίστη ἡμέρα παρὰ τοῖς οὕτως οἰκοῦσιν ἢ τοῖς προειρημένοις ἐν τῶι Ἑλλησ‐ πόντωι. καὶ πάλιν, ἐὰν ὑψηλότερον αὐτὸν ποιήσω καὶ πολὺ ἀπὸ τοῦ ὁρίζοντος ἀπέχοντα, μακρότεραι εὑρεθήσονται αἱ ἡμέ‐ | |
25 | ραι, ἕως οὗ ἂν ὁ βόρειος πόλος μεσουρανίαν τὴν θέσιν σχῆι, καὶ τότε οὕτως κειμένης τῆς σφαίρας συμβήσεται ἓξ μηνῶν εἶναι τὴν ἡμέραν καὶ ἓξ μηνῶν τὴν νύκτα· μεσουρανοῦντος γὰρ τοῦ βορείου εὑρεθήσεται ὁ ζωιδιακὸς ὑπὸ τοῦ ὁρίζοντος δίχα τεμνόμενος καὶ τὸ ἥμισυ ὑπὲρ γῆν καὶ τὸ λοιπὸν ἥμισυ ὑπὸ | |
30 | γῆν ἀεὶ ἔχων. τούτου δὲ ὄντος δῆλον, ὅτι καὶ ἓξ ζώιδια ὑπὲρ γῆν ἔσται, ταῦτα, ἐν οἷς ὁ ἥλιος γενόμενος καὶ καθ’ ἕκαστον λʹ | |
ἡμέρας ποιῶν ποιήσει τὴν ἡμέραν μηνῶν ϛʹ, τὰ δὲ ἄλλα ϛʹ ζώιδια ἀεὶ ἀφανῆ καὶ ὑπὸ γῆν ἔσται, ἐν οἷς ὁ ἥλιος γινόμενος ποιήσει τὴν νύκτα μηνῶν ϛʹ διὰ τὸ μὴ ἀνατέλλειν ἐν τοῖς ϛʹ | 70 | |
35 | τούτοις γινόμενον αὐτόν. ταῦτα δὲ ἡμῖν εἰλήφθω τῆς ἀνωμα‐ λίας τῶν ἡμερῶν καὶ νυκτῶν χάριν. χρὴ δὲ εἰδέναι, ὅτι λόγωι καὶ θεωρίαι ταῦτα κατ’ ἀκολουθίαν ἐκ τῶν φανερῶν ἐδείχθη ἀφανῆ ὄντα· οὐ γὰρ ἔχομεν ἀπὸ ἐμπειρίας ἓξ μηνῶν τὴν ἡμέ‐ ραν καὶ τὴν νύκτα ἓξ μηνῶν δεῖξαι. τινὲς δὲ ἱστοροῦσιν ηʹ ἡμε‐ | |
40 | ρῶν ἔκτασιν μιᾶς ἡμέρας, ἄλλοι δὲ πʹ ἡμερῶν. εἰσὶ δὲ οὗτοι οἱ ὑπὲρ Θούλην τὴν νῆσον λεγόμενοι εἶναι. ἡ μὲν οὖν κατὰ τὰ κλίματα διαφορὰ τῶν ἡμερῶν τε καὶ νυκτῶν παραδείγματος χάριν τοῦτον τὸν τρόπον ἡμῖν εἴρηται. ἡ δὲ κατὰ τὰ Φαινόμενα Ἀράτου τῆς σφαίρας θέσις ὀφείλει | |
45 | ἔχειν τὸν ἀρκτικὸν κύκλον τοῦ ὁρίζοντος ἐφαπτόμενον τῆς τε τοῦ Δράκοντος κεφαλῆς ἐφαπτομένης τοῦ ἀρκτικοῦ κύκλου, αὐ‐ τοῦ δὲ τοῦ ἀρκτικοῦ ἐφαπτομένου τοῦ ὁρίζοντος καὶ ὥσπερ ξύοντος. διὸ καὶ Ἄρατός φησιν (v. 61, 2, Ecl V): κείνη που κεφαλὴ τῆι νίσσεται, ἧιχί περ ἄκραι | |
35(50) | μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἠελίοιο. τὸν γὰρ ὁρίζοντα μεταξὺ τοῦ ὑπὲρ γῆν καὶ 〈τοῦ〉 ὑπὸ γῆν ἡμισφαι‐ ρίου εἶναι συμβέβηκεν. τινὲς δὲ οὐκ ἐπὶ τοῦ ὁρίζοντος ἀκούου‐ σιν ἀλλ’ ἐπὶ τοῦ μεσημβρινοῦ τὸ ὑπὸ τοῦ Ἀράτου λεχθέν, διότι τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου τεμνομένου ὑπὸ τοῦ μεσημβρι‐ | |
55 | νοῦ τὸ μέν ἐστι πρὸς τῆι ἀνατολῆι, τὸ δὲ πρὸς τῆι δύ‐ σει. ἐμοὶ δὲ οὐ πάνυ τι δοκεῖ τοῦτο λέγειν Ἄρατος, εἰ μὴ ἄρα τις οὕτω λέγοι τὴν κεφαλὴν τοῦ Δράκοντος πορεύεσθαι (v. 61, 2, ib.) ἧιχί περ ἄκραι | |
60 | μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἠελίοιο, καθ’ ὃ τοῦ ὁρίζοντος ἐφαπτομένη ἡ κεφαλὴ τοῦ Δράκοντός ἐστι καὶ πρὸς τῶι μεσημβρινῶι, καθ’ ὃ συμβολὴ γίνεται τοῦ μεσημ‐ | |
βρινοῦ καὶ τοῦ ὁρίζοντος καὶ τέμνουσιν ἀλλήλους. καὶ διὰ τούτου περὶ Κηφέως λέγων τὸν αὐτὸν ἐνέφηνεν ἡμῖν ὁ Ἄρατος | 71 | |
65 | (v. 182): τούτου γὰρ τὰ ἀπὸ τῆς ζώνης ἕως τῶν ποδῶν ἐντός ἐστι τοῦ ἀρκτικοῦ. ἐπεὶ δὲ ὁ ἀρκτικὸς κύκλος οὐδέποτε κατα‐ δύεται, ἡ δὲ ζώνη τοῦ Κηφέως ἐν τῆι περιφερείαι ἐστὶ τοῦ ἀρκτικοῦ κύκλου, τὸν ὁρίζοντα διὰ τῆς ζώνης αὐτοῦ ἐμφαίνει (v. 649—652, Ecl V): | |
70 | ὃ δὲ ζώνηι τότε Κηφεύς γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα βάπτων Ὠκεανοῖο, τὰ δ’ οὐ θέμις, ἀλλὰ τά γ’ αὐτόν Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν. Ἄρκτους δ’ εἶπε νῦν τὸν ἀρκτικὸν κύκλον. τὰ μὲν οὖν τῆς θέ‐ | |
75 | σεως ταῦτα. τὸν δὲ ἐξηγούμενον ἐν δεξιᾶι χρὴ τὸν βόρειον πόλον ἔχειν καὶ ἐν ἀριστερᾶι τὸν νότιον, ἐπειδὴ αἱ Ἄρκτοι ἐπὶ ἀνατολῶν ἐν δεξιᾶι κεῖνται, ἐν ἀριστερᾶι δὲ ὁ νότος. τινὲς δὲ τῶν ἐξ‐ ηγουμένων βούλονται ἔμπροσθεν μὲν τὰς Ἄρκτους, ὀπίσω δὲ | |
80 | τὸν νότον, δεξιὰ〈σ〉 δὲ τὰς ἀνατολάς, ἀριστερὰ〈ν〉 δὲ τὴν δύσιν ἔχειν, ἴσως ἀπὸ τῶν Ὁμηρικῶν ἐπῶν κινηθέντες (Il XII 239 sq.) εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε εἴτ’ ἐπ’ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα οὐκ εἰδότες, ὡς ὁ ποιητὴς πρὸς τὴν τῶν τόπων ἐκείνων θέσιν | |
85 | δεξιὰ μὲν τὰ ἀνατολικά, ἀριστερὰ δὲ τὰ δυτικὰ εἶπεν. ἡ δὲ τοῦ κόσμου θέσις, καθὰ προεῖπον (l. 13), δεξιὰς ἔχει τὰς Ἄρκτους, καὶ οὕτως τιθέναι χρὴ τὴν σφαῖραν τὸν ἐξηγούμενον. | |
36(t) | Περὶ κινήσεως. | |
1 | Χρὴ τὸν ἐξηγούμενον ἐπὶ τὰ ἐναντία περιδινεῖν τὴν σφαῖ‐ ραν· εἰ γάρ τις ἀπὸ τῶν ἐναντίων ἐφ’ ἑαυτὸν περιδινήσει τὴν σφαῖραν, αἱ Ἄρκτοι ἐν ἀριστερᾶι ἔσονται τῶν ἀνατολῶν, ὁ δὲ νότος ἐν δεξιᾶι. ὅπερ ἀδύνατον. ὅτι δέ, ὡς εἶπον, χρὴ τὴν | |
5 | σφαῖραν κινεῖν, διδάξει ἡμᾶς αὐτὸς Ἄρατος (Ecl IV), ποτὲ μὲν | |
περὶ τῶν Ἄρκτων λέγων (v. 29, 30) αἰεὶ δὲ κατωμάδιαι φορέονται ἔμπαλιν εἰς ὤμους τετραμμέναι ποτὲ δὲ ἐπὶ τοῦ Ὀφιούχου λέγων (v. 577, 8) | 72 | |
10 | τὸν δὲ καὶ εἰς ὤμους κατάγει μογερὸν Ὀφιοῦχον Καρκίνος ἐκ γονάτων, κατάγει δ’ Ὄφιν αὐχένος ἐγγύς. καὶ πάλιν (v. 594, 5): ἀντέλλει δ’ Ὕδρης κεφαλὴ χαροπός τε Λαγωός καὶ Προκύων προτεροί τε Κυνὸς πόδες αἰθομένοιο. | |
15 | καὶ πάλιν (v. 625, 6): ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρήν Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί. καὶ περὶ τοῦ Κήτους (v. 632, 3): καὶ τὸ μὲν εἰς λοφιὴν τετραμμένον ἄχρι παρ’ αὐτήν | |
20 | δύνει, ἀτὰρ Κηφεὺς κεφαλῆι καὶ χειρὶ καὶ ὤμοις. καὶ πάλιν (v. 693—695): Ἵππος δ’ Ὑδροχόοιο νέον περιτελλομένοιο ποσσί τε καὶ κεφαλῆι ἀνελίσσεται· ἀντία δ’ Ἵππου ἐξ οὐρῆς Κένταυρον ἐφέλκεται ἑσπερίη Νύξ. | |
25 | ταῦτα μὲν ὡς ἐν βραχεῖ περὶ κινήσεως. | |
37(t) | Περὶ ἄστρων δύσεώς τε καὶ ἀνατολῆς. | |
1 | Τῶν ἄστρων τὰ μέν ἐστιν ἀειφανῆ, τὰ δέ ποτε μὲν φαινό‐ μενα, ποτὲ δὲ ἀφανῆ γινόμενα. ἀειφανῆ μὲν οὖν ἐστι τὰ ἐντὸς τοῦ ἀρκτικοῦ κύκλου· οὐδέποτε γὰρ καταδύεται ταῦτα, ἐπειδὴ μηδὲ ὁ περιέχων αὐτὰ κύκλος, ἀλλ’ ἔστιν ἀεὶ ἐν τῶι ὑπὲρ γῆς | |
5 | ἡμισφαιρίωι ἀειφανὴς μετὰ καὶ τῶν ἐν αὐτῶι ἄστρων, ἀφανῆ δὲ τὰ ἐντὸς τοῦ ἀνταρκτικοῦ κύκλου, ἐπειδὴ καὶ αὐτὸς ἀεὶ ἀφανής ἐστιν. τῶν δὲ λοιπῶν ἄστρων τὰ μέν ποτε μὲν ἀνα‐ τέλλει, ποτὲ δὲ δύνει, τὰ δὲ τῆς αὐτῆς νυκτὸς καὶ ἀνατέλλει καὶ δύνει. οἷον ἔστω ὁ ἥλιος ἐν Κριῶι· τούτου ἀνατέλλοντος | |
10 | προανατέλλει Ἵππος· ἐν Χηλαῖς δὲ ὄντος τοῦ ἡλίου καὶ ἀνα‐ τέλλοντος δέδυκεν ἤδη Ἵππος· ὥστε ποτὲ μὲν φαίνεται ἀνα‐ τέλλων Ἵππος, ποτὲ δὲ δύνων. ὁμοίως δὲ καὶ τὰ ἄλλα ἄστρα | |
ἀπὸ θερινοῦ τροπικοῦ μέχρι τοῦ χειμερινοῦ· τὰ γὰρ ἐν τῶι ἀνταρκτικῶι τῶι πρὸς τῶι νότωι ὄταν βράδιον ἀνατέλλοντα δύνει | 73 | |
15 | ταχέως διὰ τὸ πλεῖον εἶναι μέρος τῆς σφαίρας ὑπὸ γῆν πρὸς τῶι νότωι. ἀνάπαλιν δὲ τὰ βορειότερα καὶ μεταξὺ ἀρκτικοῦ κύκλου καὶ ἰσημερινοῦ ταχέως ἀνατέλλοντα βραδέως δύνει διὰ τὸ πλεῖον ἔχειν μέρος ὑπὲρ γῆς τῆς σφαίρας πρὸς τῶι βορρᾶι. συμβήσεται οὖν τινα τῶν ἐνταῦθα κειμένων ἄστρων τῆς αὐτῆς | |
20 | νυκτὸς ἀνατέλλειν καὶ δύνειν, ἃ καλεῖται ἀμφιφανῆ. παρα‐ δείγματος δὲ χάριν παρειλήφθω ὁ Ἐνγόνασι καὶ ἔστω ὁ ἥλιος ἐν Τοξότηι καὶ ἀνατελλέτω ἐν αὐτῶι· πάλιν δυέτω δύνοντος ἡλίου· ἑσπέρα ἐστὶ καὶ νύξ· ὁ δὲ Ἐνγόνασιν οὐδέπω δέδυκεν, ἀλλ’ ἐπιμείνας ἐν τῶι ὑπὲρ γῆς ἡμισφαιρίωι πρὸς τῆι δύσει | |
25 | δύνων ὕστερον τῆς αὐτῆς νυκτὸς προλαμβάνει τὴν τοῦ ἡλίου ἀνατολὴν καὶ τοῦ Τοξότου προανατέλλων αὐτῶν καὶ ὕστερον αὐτῶν δύνων. δηλοῖ γοῦν τοῦτο Ἄρατος λέγων (v. 616—618, Ecl. XII): ὅντινα τοῦτον ἄιστον ὑπουρανίων εἰδώλων | |
30 | ἀμφότερον δύνοντα καὶ ἐξ ἑτέρης ἀνιόντα πολλάκις αὐτονυχεὶ θηεύμεθα. | |
38(t) | Ὅτι δύσεις διτταὶ καὶ ἀνατολαί. | |
1 | Δύσις δὲ ἄστρων ἐστὶ διττὴ καὶ ἀνατολή, καὶ ἣ μὲν ἑώια λέγεται, ἡ δὲ ἑσπερία, ἑώια μὲν ἀνατολή, ὅταν συνανατέλληι τῶι ἡλίωι ἄστρα καὶ μὴ μετ’ αὐτόν, ἑσπερία δέ, ὅταν δύνον‐ τος ἡλίου ἀνατέλληι τινὰ τῶν ἄστρων. δύσις δὲ ἑώια ἐστίν, | |
5 | ὅταν ἡλίου ἀνατέλλοντος δύνηι τὰ ἄστρα τάδε ἢ τάδε, ἑσπερία δέ, ὅταν συγκαταδύηι αὐτῶι. | |
39(t) | Ὅτι διαφέρει ἀνατολὴ ἐπιτολῆς. | |
1 | Διαφέρει δὲ ἀνατολὴ ἐπιτολῆς· ἀνατολὴ μὲν γάρ ἐστιν ἡ ἅμα τῶι ἡλίωι ὑπὲρ τὸν ὁρίζοντα ἀναφορά, ἐπιτολὴ δέ, ὅταν πρὸ ἡλίου ὑπὸ τὴν ἕω ἀνατείληι ἄστρον, εἶτα ἐπ’ αὐτῶι ὁ ἥλιος ἐπιτείληι. δεῖ δὲ εἰδέναι, ὅτι πάσης ὥρας περιφερομένης καὶ | |
5 | περιδινουμένης τῆς σφαίρας ἀνάγκη ἐστὶ καὶ τὰ ἄστρα παντὶ καιρῶι, καὶ ἐν ἡμέραι καὶ ἐν νυκτί, εἶναι ἐν οὐρανῶι συμπερι‐ δινούμενα, μὴ φαίνεσθαι δὲ ἐν ἡμέραι τῆι ὑπερβολῆι τῆς λαμ‐ πρότητος τοῦ ἡλίου καλυπτόμενα. ἀνατολὴν δὲ οὐ λεκτέον ἄστρου, ἐὰν δευτέραι ὥραι ἢ τρίτηι ἀναφέρηται ὑπὲρ γῆς, ἀλλὰ | 74 |
10 | τότε μόνον, ὅτε ἅμα ἡλίωι ἀνατέλλει. ὁμοίως δὲ καὶ δύσιν, ὅτε σὺν αὐτῶι δύνει. | |
40 | ἐπὶ δὲ πᾶσι χρὴ εἰδέναι, ὅτι οὔτε Κηφεὺς οὔτε Κασ‐ σιέπεια οὔτε Ἀνδρομέδα ἐστὶν ἐν οὐρανῶι· γελοῖον γὰρ ὑπο‐ νοεῖν πρὸ τούτων ἀκαταστέριστον τὸν οὐρανόν (ἀεὶ γὰρ ἦσαν ἀστέρες καὶ πρὸ Περσέως καὶ Ὠρίωνος). διὸ καὶ ἐν διαφό‐ | |
5 | ροις ἔθνεσι διάφορα καὶ τὰ ὀνόματα τῶν ἀστέρων ἔστιν εὑρεῖν. ἐν γοῦν τῆι τῶν Αἰγυπτίων σφαίραι οὔτε ὁ Δράκων ἐστὶ νομι‐ ζόμενος ἢ ὀνομαζόμενος οὔτε Ἄρκτοι οὔτε Κηφεύς, ἀλλ’ ἕτερα σχήματα εἰδώλων καὶ ὀνόματα τεθειμένα. οὕτω δὲ καὶ ἐν τῆι τῶν Χαλδαίων. Ἕλληνες δὲ ταῦτα τὰ ὀνόματα ἔθεντο τοῖς | |
10 | ἄστροις ἀπὸ ἐπισήμων ἡρώων πρὸς τὸ εὐκατάληπτα εἶναι καὶ εὔγνωστα· ἀνώνυμα γὰρ ὄντα πολλὴν παρεῖχε ταραχὴν τοῖς περὶ ταῦτα σπουδάζουσιν. περὶ πολλοῦ δὲ μάλιστα τούτων τὴν γνῶσιν ἐποιοῦντο εἰδέναι οἱ περὶ γεωργίαν καὶ ναυτιλίαν τὸν βίον ἔχον‐ τες· ἐκ γὰρ τῶν ἀνατολῶν καὶ δύσεων αὐτῶν τὸν καιρὸν τοῦ | |
15 | πλοῦ καὶ τοῦ τρυγητοῦ ἐσημειοῦντο. ΤΩΝ ΑΡΑΤΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΠΡΟΣ ΕΙΣΑΓΩΓΗΝ ΕΚ ΤΩΝ | |
ΑΧΙΛΛΕΩΣ ΠΕΡΙ ΤΟΥ ΠΑΝΤΟΣ. | 75 |